Ἐπὶ ταῦτα δέ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τόν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας »ἐν τῷ λαῷ« τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ὅ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ 2 Vgl. Luc. 23, 12 — 5 Luc. 23, 21 — 12 ff Vgl. Orig. comm. in Matth. 21, 46 (Lomm.4, 119): κοὶ πάντες δὲ οἱ πρεσβύτεροι τῆς Ἰησοῦ διδασκαλίας λόγοι Ἑλλήνων κοὶ βαρβάρων ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, vgl. Harnaek TU. 42, 4, 89 — 17 Vgl. IV. Regn. 24, 7 — 18 Vgl. IV. Regn. 19, 8 f — 19 ff Psal. 2, 2 — 22 Vgl. I. Kor. 2, 8 — 28 Vgl. Matth. 4, 23 —30 —71, 10 Vgl. Π 179, 10 ff An. 2 Ε; Koe 3 γινομένους Μ 3/4 ἀποκτείνωσιν H 6 ἀξιοῦν αὐτὸν Μ H c ἀξιοῦντος H a 7 <ἀπολῦσαι τὸν Ἰησοῦν〉 Koe, eine Liicke schon Hu 10 παρὰ Koe Πρὸς Μ H 16 μήΠοτε] τάχα τάχα Nr. 6 Π γῆς σημεῖα, ὡς δυνάμενα κοὶ μὴ ἐκ θεοῦ εἶναι οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι »ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια« ὁ Ἰησοῦς), ἐδόκει δ’ αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζεβοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δέ περὶ ἀμφοτέρων , τῶν τε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι πραπεζῖται μηδέ ἐπιστάμενοι διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μέν ἀπὸ τοῦ θεοῦ ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν »πῦρ ἐξ οὐρανοῦ« ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ· τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ οἶ αἰχμαλωτεύσαντες« καὶ οἱ ποιήσαντες »τρεῖς ἀρχὰς« ἱππέων κατὰ κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ’ ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων δειχθῆναι κοὶ ἀπὸ γῆς καὶ ἀπὸ οὐρανοῦ ὀληθῶν μέν ἐκ θεοῦ, ἐν πάσῃ« δὲ »δυνάμει καὶ σημείοις Λ·οὶ τέρασι ψεύδους« ἀπὸ τοῦ πονηροῦ) λέλεκται τῷ Ἀχάζ · »αἴτησον σεαυτῷ σημεῖον βορὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος« · εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ »παρὰ κυρίου τοῦ θεοῦ« τινα τῶν εἰς βάθος καὶ τῶν εἰς ὕφος, οὐκ ἄν ἐλέλεκτο τὸ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕφος«. εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ »αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου« ἐκδοχῆς· ἀλλὰ ἐπίστησον τῷ εἰρημένῳ παρὰ τῷ ἀποστόλῳ περὶ τοῦ ἀνθρώπου τῆς ἁμαρτίας«, τοῦ υἱοῦ »τῆς ἀπωλείας«, ὅτι »ἐν πάσῃ δυνάμει κοὶ σημείοις κοὶ τέρασι ψεύδους καὶ πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐκεῖνος ἐπιφανεῖται, μιμούμενος πάντα τέρατα τὰ τῆς ἀληθείας. καὶ ὥσπερ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ καὶ φαρμακοί, ὡς ἐλάττους τοῦ ἀνθρώπου τῆς ἁμαρτίας« καὶ τοῦ υἱοῦ τῆς ἀπωλείας«, δυνάμεις τινὰς ἐμιμήσαντο καὶ σημεῖα καὶ τέρατα τῆς ἀληθείας, ποιοῦντες τὰ τοῦ ψεύδους εἰς τὸ μὴ πιστεύεσθαι τὰ ἀληθῆ, οὕτως οἶμαι τὸν ἄνθρωπον τῆς ἁμαρτίας τὰ *** σημεῖα μιμήσασθαι καὶ τὰς δυνάμεις. Τάχα δέ κοὶ ταῦτα ὑφορώμενοι διὰ τὰς περὶ αὐτοῦ προφητείας οἱ Φαρισαῖοι ζητῶ δ’ εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν. εἰ δέ μὴ τοῦτο λέγοιμεν αὐτοὺς ὑπονενοηκέναι, τί φήσομεν αὐτοὺς πεπονθέναι πρὸς 2 Matth. 9, 34; 12, 24 — 5 Vgl. zum Vorkommen dieses Agraphons bei Origenes : Harnack TU. 42, 4, 40 — 6 Vgl. I. Kor. 12, 10 —7 Vgl. I. Joh. 4, 1 — 8 Vgl. job 1, 16 —10 Vgl. Job 1,15. 17 — 13 II. Thess.2,9 — 15 ff. 19 Jes. 7, 11 — 21 f. 25 Vgl. II. Thess. 2, 3 — 21 II. Thess. 2, 9 f — 24 Vgl. Ex. 7, 11 1 γοῦν] δὲ Μ 4 τινος + ἄλλης ρ 7 ἀφεστηκότων Koe 8 κατ Αἴγυπτου C marc Nr. 6 Π 10 τοῦ1 < Μ 20 σου < H 28 1. etwa τῆς ἀληθείας πάντα> | μιμήσασθαι Μ i. m. H ποιῆσαι Μ i. t. τὰ ὑπὸ τοῦ Ἰησοῦ γινόμενα τεράστια ἀτέγκτους μένοντας καὶ μὴ δυσωπουμένους τῶν γινομένων τὰ παράδοξα; ἐὰν δέ τις ὑπολαμβάνῃ ἀπολογίας ἡμᾶς ἀφορμὰς δεδωκέναι τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις, ὅπου μὲν »ἐν Βεελζεβοὺλ« φάσκουσιν ἐκβεβλῆσθασι ὑπὸ Ἰησοῦ τὰ δαιμόντα, ὅπου δὲ ἐπερωτῶσι μετὰ τοῦ πειράζειν τὸν Ἰησοῦν περὶ σημείου οὐρανίου, ἴστω ὅτι ὑπὸ μέν πιθανότηός φαμεν αὐτοὺς περιεσπᾶσθαι πρὸς τὸ μὴ πιστεῦσαι τοῖς τοῦ Ἰησοῦ παραδόξοις, οὐ μὴν ὥστε καὶ συγγνωστοὺς εἶναι μὴ ἐνορῶντας τοῖς τῶν προφητῶν λόγοις πληρουμένοις ἐν τοῖς πράξεσι τοῦ Ἰησοῦ, ἅς οὐδαμῶς πονηρὰ δύναμις μιμήσασθαι οἵα τε ἦν. ψυχὴν γὰρ ἐξελθοῦσαν ἐπιστρέψαι, ὥστε ἤδη ὄζοντα καὶ τετάρτην ἡμέραν ἄγοντα ἀπὸ τῶν μνημείων ἐξελθεῖν, οὐδενὸς ἦν ἢ τοῦ ἀκούσαντος ἀπὸ τοῦ πατρός· »ποιήσωμεν ἄνθρωπον κοτ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«. ἀλλὰ καὶ ἀνέμοις κελεῦσαι καὶ ὁρμὴν θαλάσσης λόγῳ παῦσαι, οὐδενὸς ἄλλου ἦν ἢ ἐκείνου, »δι᾿ οὗ τὰ πάντα« καὶ αὐτὴ ἡ θάλασσα καὶ οἱ ἄνεμοι γεγόνασιν. ἔτι δὲ καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προ[σ]καλουμένη συνᾳδόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὀρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ᾿ εὐσέβειαν μορφοῦσα τί ἄλλο ἐδήλου τοῖς ὀρᾶν δυναμένοις ἢ ὅτι »ἀληθῶς θεοῦ υἱὸς« ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος; ἐφ’ οἶς εἶπε καὶ τοῖς μαθηταῖς τοῦ Ἰωάννου· » πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ὅσα εἴδετε καὶ ἠκούσατε · τυφλοὶ ἀναβλέπουσι« καὶ τὰ ἑξῆς.