Ἀλλ' ἐπεὶ ἀνωτέρω ἐφάσκομεν εἰς τὸ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ὅτι οὐχ ὡς τὸ πρότερον διαφόρως λάμψουσιν οἱ δίκαιοι, ἀλλ' ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. ἔοικεν ὁ Δανιήλ, φῶς τοῦ κόσμου« ἐπιστάμενος τοὺς συνιέντος καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν διακαίων τῶν πολλῶν ὡς οἶ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι«. καὶ ὁ από- στολος δὲ ἐν τῷ »ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴν γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὔτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν« τὰ αὐτὰ λέγει τῷ Δανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. ζητήσει οἶν τις, πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι φωτός, ὁ δὲ σωτὴρ τοὐναντίαν· ὡς εἷς ἥλιος λάμψουσιν. ὑπολαμβάνω οὖν, ὅτι παρὰ μέν τὴν ἀρχὴν τῶν ἐν τοῖς σωζομένοις μσκστιδμῶν, ὅτι οὐδέπω ἐκαθάθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σωζομένων φωτός· ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λο- 8 Psal. 34, 16 — 9 Vgl. Matth. 5, 16 — 10 usw. εῖς kein Textwort gegen Hautseh TU. 34, 2a, 37f — 21 Vgl. Matth. 5, 14 - 23 Dan. 12, 3 Θ' — 25 I. Kor. 15, 41 f — 29ff Vgl. Orig. hom. IX, 3 in Ez. (VIII, 412, 8ff) 1 καίειν < Cl Nr. 180 II 5 οἱ] οὐ II 6f καὶ ὡς περὶ ἑαυτοὺς 7 θυμοθύσονται H 14 τοὺς οἰομένους < V 16 παραβολῆς + οὐ 21 ἐπιστάμενος Ηa ἐπισταμένως Hc. r. 28 ζητήσει Kl ζητήσαι H γισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρός, καὶ καταναλωθῇ τὰ χείρονα, καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἔν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. τίνι δὲ λάμψουσιν ἤ τοῖς ὑποδεεστέροις, ἀπολαύσουσι τοῦ φωτὸς αὐτῶν ἀνάλογον τῷ νῦν λάμπειν τὸν ἥλιον τοῖς ἐπὶ γῆς; οὐ γὰρ δήπου ἑαυτοῖς λάμψουσι. μήποτε δὲ καὶ τὸ »λαμφάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων« ἀπογράψασθαι δυνατόν ἐστιν ἐπὶ τὸ πλάτος τῆς καρδίας« λατὰ τὸ εἰρημένον τῷ Σολομῶντι) τριχῶς, ὤστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ Ἰησοῦ μαθητῶν ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἄν καταντήσωσιν οἱ πάντες »εῖς ἄνδρα τέλειον« καὶ γένωνται πάντες εἷς ἥλιος· τότε λάμψοθσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ παρτὸς αὐτῶν.