Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ (13, 36[ — 43]). Ὄτε μέν μετὰ τῶν ὅχλων ἐστὶν ὁ Ἰησοῦς, οὐκ ἔστιν αὐτοῦ ἐν τῇ οἱκίᾳ, ἔξω γὰρ τῆς οἱκίας οἱ ὄχλοι· καὶ τῆς φιλανθρωπίας αὐτοῦ ἔργον ἐστὶ καταλιπεῖν τὴν οἱκίαν καὶ ἀπιέναι πρὸς τοὺς μὴ δυναμένους ἥκειν πρὸς αὐτόν. αὐτάρκως δὲ τοῖς ὄχλοις διαλεχθεὶς ἐν παραβολαῖς ἀφίησιν αὐτοὺς καὶ ἔρχεται εἰς τὴν ἑαυτοῦ οἱκίαν, ἔνθα προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀπομείναντες μετὰ τῶν ἀφεθέντων ὑπ' αὐτοῦ. καὶ ὅσοι γε γνησιώτερον ἀκούουσι τοῦ Ἰησοῦ, πρῶτον ἀκολουθοῦσιν αὐτῷ, εἶτα πυνθανόμενοι περὶ τῆς μονῆς αὐτοῦ ἐπιτρέπονται ἱδεῖν αὐτήν, καὶ ἐλθόντες ὁρῶσι »καὶ αύτῷ« μένουσι, πάντες μέν τὴν ἡμέραν ἐκείνην«, τάχα δέ τινες αὐτῶν καὶ ἐπὶ πλεῖον. καὶ τὰ τοιαῦτά γε οἶμαι οἶμαι ἐν τῷ· κατὰ Ἰωάννην εὐαγγελίῳ διὰ τούτων· »τῇ ἐπαύριον πόλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο«. ἔτι εἰς παράστασιν τοῦ ὅτι τῶν ἐπιτραπέντων σὺν τῷ Ἰησοῦ πορεύεσθαι καὶ ἰδεῖν αὐτοῦ τὴν οἰκίαν ὁ διαφέρο)ν καὶ ἀπόστολος γίνεται, ἐπιφέρεται τούτοις · ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων ὑπὸ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ«. κοὶ ἡμεῖς οὖν, εἴπερ βουλόμεθα μὴ ὡς ὄχλοι ἀκούειν τοῦ Ἰησοῦ, οὕς ἀφιεὶς καὶ] ἔρχεται εἰς τὴν οἱκίαν, ἐξαίρετόν τι παρὰ τοὺς ὄχλους ἀναλαμβάνοντες οἱκειωθῶμεν τῷ Ἰησοῦ, ἶν’ ὡς μαθηταὶ αὐτοῦ ἐλθόντι 10 Vgl. Joh. 1, 37—39 — 14 Joh. 1, 35 — 17 Joh. 1, 40—20ff Vgl. Orig. c. Cels. III, 21 (I, 217, 22ff): παραβολῶν, ὧν τοῖς ἔξω ἐλάλησεν ὁ Ἰησοῦς, τηρῶν αὐτῶν τὴν σαφήνειαν τοῖς ὑΠερβεβηκόσι τὰς ἐξωτερικὰς ἀκοὰς καὶ κατ' ἰδίον αὐτῷ »ἐν τῇ οἱκίᾳ« προσερχομένοις Inscr. H V | ἐκ < υ | εὐαγγέλιον V < H | ι' V ια' υ < HV 6 ἀπιέναι Kl ἀπεῖναι HV 13 αὐτῶν < αὐτοῦ Koe | τὰ < V 14 διὰ] περὶ V 20 ἀφιεὶς Diehl ἀφίησι καὶ Η εἰς τὴν οἱκίαν προσέλθωμεν Καὶ προσελθόντες ἀξιώσωμεν περὶ φράσεως παραβολῆς, εἴτε τῶν ζιφανίων τοῦ ἀγροῦ εἴθ' ἡστινοσοῦν. ἶνα δὲ ἀκριβέστερον νοηθῇ, τίνος παραστατικόν ἐστι ἐστι πράγματος ἡ τοῦ Ἰησοῦ οἱκία, συναγαγέτω τις ἀπὸ τῶν εὐαγγελίων ὅσα Περὶ τῆς οἱκίας Ἰησοῦ εἴρηται, καὶ τίνα ἐν αύτῇ λελάληται ἢ πέπρακται αὑτῷ· ἐπὶ γὰρ τὸ αὐτὸ ἐπισυναχθέντα ταῦτα πείσει τὸν προσέχοντα ταύτῃ τῇ ἀναγνώσει, ὅτι οὐχ ἁπλᾶ (ὡς οἴονταί τινες) ἐστὶ μόνον τὰ τοῦ εὐαγγελίου γράμματα, τοῖς μὲν ἁΠλοῖς κατ' οἰκονομίαν ὡς ἁπλᾶ γεγένηται, τοῖς δὲ ὀξύτερον ἁκούειν αὐτῶν βουλομένοις καὶ δυναμένοις ἐγκέκρυπται σοφὰ καὶ ἄξια λόγου θεοῦ πράγματα.