Ὃ προστάσσεται ὁ προφήτης λέγειν ὑπὸ θεοῦ, ὀφείλει ἄξιον εἶναι τοῦ θεοῦ, [οὐ] φαίνεται δὲ ὅτι οὐκ ἄξιόν ἐστι τοῦ θεοῦ, μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκούσαντα τοῦ γράμματος· μωρία ἐστὶ ταῦτα τὰ γράμματα. τοῦτο δὲ ἐρεῖ ψυχικός· »ψυχικὸς« γὰρ »ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν«. ὅρα οὐν τὴν λέξιν τί φησιν. »καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ« 1 Vgl. Apok. Joh. 16, 6–8 Vgl. Rom. 11, 21. — 10 I Kor. 6, 17. — 22 I Kor. 2, 14. 1 γινόμεθα] efficiamur Η γενώμεθα Co | 3 θεός] + si tamen candorem, quem nohis coneesserat, semper haheamus Η richtig (vgl. Ζ. 8 ff.) | 4 Ἰσραήλ mit H: Israel ἰλημ S | 7 ἀλλὰ] statim ut illos projecit H | 8 ἴστω Hu ἵστω S | 10 φείσεται + si eum dereliquerit Η | ὁ δὲ] si non H | 12 αἰῶνας] + saeculorum H | Ἀμήν] + ὁμιλία ια΄ S | 13/14 καὶ—Ἰσραήλ] < H | 13 τοῦτον nach Ζ. 24 u. LXX | 15 οἴνου Co vino Η | 17 Ηomilia ΙXH | 18 ὑπὸ] ἀπὸ S | 19 οὐ] < Η w. e. seh. | 20 ἄλλον] rudis Η (= ἁπλοῦν ?) | 21 γράμματος] + et nihil altius requiramus Η | ταῦτα τὰ γράμματα] Scripturis aurem accomodare, et ea cognoscere quae in eis lectitantur H | 23 τὴν λέξιν] Dei sermonem H | 24 ἐρεῖς Co dices Η ἐρεῖ S (vgl. S. 89, 12) | λαὸν] + sermonem H. — ὃ λέγει »κύριος ὁ θεὸς Ἱσραήλ« ἂξιον ἔστω κυρίου Ἰσραήλ — »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«; καὶ οἱ ἀποκρινόμενοι εἰ ἐπὶ τοῦ ῥητοῦ ἑστῶτες ταῦτά φασι λέγουσιν ἐγνωκέναι ὅτι »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«, Ψεύδονται. οὐ γὰρ »πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἰσὶ γοῦν ἀσκοὶ ἐλαίου πληρούμενοι ἢ ἄλλης ὑγρᾶς οὐσίας, <τινὲς δὲ ψεύδονται ἄρα· οὐ γὰρ Μᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. καὶ ὁ λαὸς ἀποκρίνεται φάσκων· »μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«; ἅπερ διηγήσεως κατὰ τὸ δυνατὸν ἡμῖν τοιᾶσδε τεύξεται. ἐὰν εἰδῳμεν τàς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἴτε γὰρ ἀγαθός τίς έστιν, ἕν οὕτως ὀνομάσωμεν, έν ἀσκοῖς ἀσκός, πληρωθήσεται οἴνου κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα. εἴτε ἐστίν ὡς ἐν συγκρίσει ἀσκῶν καὶ τῇ κρίσει τῇ περὶ αὐτῶν, μοχθηρός, καὶ αὐτὸς κατὰ τὴν μοχθηρίαν αὐτοῦ πληρωθήσεται οἴνου μοχθηροῦ. πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἵνων; περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται· »ἐκ γàρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος«. περὶ δὲ τῶν κρειττόνων· »τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον«, καὶ ἡ σοφία συγκαλεῖ ἐπὶ τὸν ἐαυτῆς κρατῆρα λέγουσα. »ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν«. ἔστιν οὖν οἶνος ἀπὸ Σοδόμων καὶ ἐ)στιν οἶνος, ὃν ἡ σοφία κίρνησιν. καὶ πάλιν· »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι«, πεφυτευμένη ὑπὸ τοῦ θεοῦ, ἡ καλουμένη ἄμπελος Σωρήκ, Ἐκλεκτή τις οὖσα καὶ Θαυμαστή. ἔστι δὲ τις καὶ ἄμπελος Αἰγυπτίων, ἣν πατάσσει ὁ θεὸς κατὰ τὸ 6 ff. Vgl. Hier. Comm. 932: quod omne non oleo, non aqua, non melle, uon lacte, non alia qualibet materia liquentis elementi, sed vino, et ebrietate com- pletur. — 19 Deut. 32, 32. 33. — 23 Psal. 22, 5. — 24 Prov. 9, 5. — 26 Jes. 5, 1. 2. — 28 Vgl. Onom. sacra I, 199, 76: Σωρὴκ ἐκλεκτὴ ἢ καλλίστη (vgl. Jes. 5, 2 LXX u. Σ΄). 1 ὅ — Ἰσραήλ nach Η: Quod dicit Dominus Dcus Israel Ι 4 εἰ nach H: si Ι 6—S. 87, 31 Hierze Fragm. 43 in C: Δευτέρῳ — ἁμαρτιῶν Ι 6 εἰσὶ γοῦν Blass εἰσιν οὖν S | 7 τινὲς δὲ καὶ μένουσι κενοὶ C racui out certe non pleni H | 8 ψεύδονται — γὰρ] Dommus autem dicit H | 14 ὁνομάσωμεν Hu ὡνομάσωμεν S | 22 κρειττόνων] + haec dicuntur H | 23 με] < Η vgl. S. 87, 9 | 24 panes mcos H | 26 ἐγενήθη Ru facta est Η ἐγεννήθη S | 29 πατάσσει HuC percufitB. πατάσσοι S. γεγραμμένον ὅτι »ἐπάταξεν ὁ θεὸς ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους συκαμίνους αὐτῶν ἐν πάχνῃ«. Κατανόησον οὖν μοι πάντας ἀνθρώπους εἶναι τροπικῶς νῦν χωρητικοὺς οἴνου. καὶ ὀνομάζω αὐτοὺς κατὰ τοῦτο ἀσκοὺς καὶ λέγω ὅτι ὁ μὲν φαῦλος πεπλήρωται »οἴνου ἀμπέλου Σοδόμων«, πεπλήρωται οἵνου Αἰγυπτίου καὶ οἴνου τῶν ἐχθρῶν τοῦ Ἰσραήλ, ὁ δὲ ἅγιος καὶ ὠφελημένος πεπλήρωται οἴνου ἀπὸ ἀμπέλου Σωρὴκ καὶ οἴνου περὶ οὑ γέγραπται· »τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον«, καὶ πάλιν πεπλήρωται οἴνου ὁ ἅγιος, ἀφ᾿ οὗ ἐκέρασεν ἡ σοφία. ταῦτα μὲν οὐν νοείσθω μοι κατὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, ἵνα θεωρηθῇ τὸ >πᾶς ἀσκὸς οἴνου πληροῦται< εἰ δὲ δεῖ Ἰδεῖν καὶ τὰ διὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, κολάσεις μὲν τὰς διὰ τὴν κακίαν, εὐλογίας δὲ καὶ ἐπαγγελίας τὰς διὰ τὴν ἀρετήν, παραστήσωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, τίνα τρόπον αἱ κολάσεις καὶ αἱ ἑπαγγελίαι οἶνος λέγεται· »λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς«. ἱερεμίας ταῦτα λέγει· ᾧ ἐπιφέρει· »καὶ πίονται καὶ ἐξεμέσονται καὶ ἐκμανήσονται καὶ πεσοῦνται«. οὐκοῦν τὰς κολάσεις σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὅν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλασιν οὐκ ἄκρατον, ἀλλὰ κεκερασμένην· »ποτήριον« γὰρ »ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς«. εἰ θέλεις καὶ ποτήριον εὐλογίας ἰδεῖν, ὃ πίνουσιν οἱ δίκαιοι, ἤρκει μὲν οὐν καὶ τὸ τῆς σοφίας, ἐφ᾿ ᾧ ἔλεγε· »πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν«, ἴδε δέ μοι καὶ τὸν σωτῆρα πρὸς τὸ πάσχα ἀναβαίνοντα εἰς »ἀνάγαιον μέγα ἐστρωμένον καὶ κεκοσμημένον« καὶ ἑορτάζοντα μετὰ τῶν μαθητῶν καὶ διδόντα αὐτοῖς ποτήριον, περὶ οὗ γέγραπται οὐχ ὅτι ἐκέρασεν· ὁ Ἰησοῦς γὰρ εὐφραίνων τοὺς μαθητὰς ἀκράτω εὐφραίνει καὶ λέγει αὐτοῖς· »λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἶμα, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 1 Psal. 77, 47. — 5 Vgl. Deut. 32, 32. — 8 Psal. 22, 5. — 15 Jerem. 32, 1. — 17 Jerem. 32, 2. — 21 Psal. 74, 9. — 26 Prov. 9, 5. — 27 Vgl. Mark. 14, 15 Luk. 22, 11. —30— S. 88, 3 Matth. 26, 27-29 Par. u. I Kor. 11, 25. Vgl. Barnard Τ, St V, 5, 29. 2 συκαμίνους Hu συκαμήνους S | 4 καὶ1] ἢ S | καὶ1 — ἀσκοὺς] nee aliud eis possumus nomen impoiiere, qui capaces vini sunt quam utrium H | 7 ἀμπέλου nach H: vinea u. S. 86, 19 ἀμπέλων S | 11/12 δεῖ ἰδεῖν καὶ τὰ] impleantur utres Η w. e. seh. | 12 τὰ] τὰς S | τὴν 2] δι᾿ S | 15 οἶνος Ru vinum Η οἱονεὶ S | 21 κόλασιν οὐκ ἄκρατον] supplicia uerum quidtm non penitus meraca H | 22 καὶ ἔκλινεν mit Η: et inelinavit εἴκλινεν S* ἔκλινεν Scorr. | 27 κεκοσμημένον] η in Ras. S | 29 περὶ — ὅτι] de quo in Evangelio scriptum est non quod H. τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν‘«, καί· »ἀμὴν λέγω ὑμῖν, οὐ μὴ πίω αὐτὸ ἀπὸ τοῦ νῦν, ἕως αὐτὸ πίω μεθ’ ὑμῶν καινὸν έν τῇ βασιλείᾳ τοῦ θεοῦ«. Ορᾷς τὴν ἐπαγγελίαν τὸ ποτήριον τῆς καινῆς διαθήκης« οὐσαν, ὁρᾷς τὰς κολάσεις κολάσεις ποτήριον οἴνου ἀκράτου, καὶ ἄλλο εἶδος κολάσεως ποτήριον κεκερασμένον· ὥστε ἑκάστῳ κίρνασθαι κατὰ τὴν Ι άξίαν τῆς χρηστῆς πράξεως ἀναμεμιγμένης μοχθηρᾷ πράξει ἅ πίεται. νόει δέ μοι τοὺς μὲν πάντῃ ἀλλοτρίους τῆς θεοσεβείας καὶ μησαμῶς προσέχοντας αὑτοῖς, ἀλλ΄ ὡς ἔτυχε ζῶντας, πίνοντας τὸν ἄκρατον οἶνον περὶ οὗ παρεθέμεθα τὰ ἀπὸ τοῦ Ἱερεμίου, τοὺς δὲ μὴ πάντῃ ἀποστάντας καὶ ἁμαρτωλούς, ἀλλ’ ἀ〈να〉ξίους τοῦ ποτηρίου »τῆς καινῆς διαθήκης«, ποιοῦντας ὁτὲ μὲν χρηστοτέρας ὁτὲ δὲ ἐναντίας πράξεις , οἶνον πίνοντας »ἀκράτου κεράσματος ». »ἔκλινε« γὰρ ὁ θεὸς »ἐκ τούτου εἰς τοῦτο« τίνος »τούτου«; δύο ποτήρια βλέπω κατὰ τὸ λεγόμενον· »ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη«. νόει μοι τὸ ποτήριον τῶν ἀγαθῶν σου ἔργων ἐν τῇ μιᾷ χειρὶ τοῦ θεοῦ· εἰ δὲ βούλει τολμηρότερόν με εἰπεῖν, ἔστω ἐν τῇ χειρὶ χειρὶ τοῦ θεοῦ τὸ ποτήριον τῶν ἔργων σου τῶν ἀγαθῶν, εἶτα ἔστω τὸ ποτήριόν σου τῶν ἁμαρτημάτων ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ θεοῦ. ὅταν οὖν μέλλῃς κολάζεσθαι διὰ τὰ ἁμαρτήματα, ἐπεὶ καὶ χρηστότερά σοι ἔργα γεγένηται, ποτήριον »ἐν χειρὶ κυρίου ἐστὶν οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο«, ἐκ τοῦ ἐν τῇ ἀριστερᾷ εἰς τὸ ἐν τῇ δεξιᾷ. οὔτε γὰρ μόνον δύνασαι πιεῖν τὸ τῶν ἀγαθῶν ποτήριον, ὡς οὐ μόνον ἀγαθὰ ἔργα πεποιηκώς, οὔτε δύνασαι πιεῖν μόνον τὸ τῶν ἁμαρτημάτων ποτήριον, χρηστὰ γáρ σοι πέπρακταί τινα. διὰ τοῦτο »ἔκλινεν ἐκ τούτου εἰς τοῦτο«. κατὰ τὴν ἀναλογίαν τῶν ἔργων σου κίρναταί σοι ὁ θυμὸς καὶ ἡ κόλασις, ἴνα ἤτοι ὑδαρέστερον τὸ τῆς κολάσεως ᾖ σοι ἢ δριμύτερον καὶ ἐπιπονώτερον. κατὰ τὴν ἀναλογίαν γὰρ, ὡς προεῖπον, τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἀγαθοῖς ἀμβλύνεταί πως ἢ οὐκ ἀμβλύνεται ὁ ἀπὸ τοῦ ποτηρίου τῆς ὁργῆς † ποσῶς διδομένης 4. 11 Vgl. Matth. 26, 28. — 5 Vgl. Jerem. 32, 1. — 6 Vgl. Psal. 74, 9. — 13ff. Ps. 74, 9. — 21 Psal. 74, 9. — 23ff. Vgl. in I Kor. 9, 23 (Cat. Cram. V, 180, 33 ff.): ἀλλ’ ἐρεῖ τις τῶν ἀκουόντων· ὁ βίος μου μικτός ἐστιν. οὕτε πάντα ποιῶ διὰ τὸ Εὐαγγέλιον· οὕτε πάντα ποιῶ διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἡδονήν. πρὸς τοῦτο φήσομεν· ταῦτα ὁ Θεὸς τὰ κρίματα ἔχει. — 26 Vgl. Psal. 74, 9. 6. 27 κίρνασθαι u. κίρναται Blass (vgl. S. 86, 26) κιρνᾶσθαι u. κιρνᾶται S Ι 9 αὑτοῖς] αὐτοῖς S | 11 ἀναξίους Hu nach Η: indigni | 13 πράξεις Ru opera H | 14 τίνος τούτου;] Quid est quodait, ex hoc in illud H, vielleicht richting | 24 οὐ] < Η | 26 τούτου Co τοῦτο S | 27/28 κατὰ—κόλασις] < Η | 29 καὶ ἐπιπονώτερον] < Η | 30 — S. 89, 1 ἀμβλύνεται — ἐὰν] aut obtundatur irae divinae aculeus, aut exacuatur. Si H | 31 ὀργῆς] + οἶνος Blass Diels Riedel + πόνος Koetschau. ἑκάστῳ τῶν ἁμαρτημάτων. ἐὰν δὲ καλὸς καὶ ἀγαθὸς ᾖς ὅλος, λέγεις· »ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι«. »πᾶς« οὖν »ἀσκός«, εἴτε καλὸς εἴτε μοχθηρός, »πληρωθήσεται οἴνου«, καὶ κατὰ τὸν ἐπιτηδειότητα τοῦ ἀσκοῦ οἶνος βληθήσεται εἰς τὸν ἀσκὸν κατὰ τὸν λόγον τῶν ἐνταῦθα ὀνομαζομένων ἀσκῶν. ἔλαιον οὖν οὐ βάλλεται εἰς τοὺς ἀσκοὺς οὐδὲ ἄλλη τις ὑγρὰ ὕλη, ἀλλὰ πάντα ἀσκὸν δεῖ οἴνου πληρωθῆναι. Εἶτα διδάσκει διὰ τοὺς ἁμαρτήσαντας, ὅσον κατὰ τὸ ῥητόν, ἐν τῇ Ἱερουσαλὴμ τότε καὶ ἐν τῇ Ἰουδαίᾳ, ποταποῦ οἴνου λέλλει πληροῦν ὁ θεὸς τοὺς ἀσκοὺς τούτους, τοὺς ἁμαρτωλούς. γέγραπται γάρ· »ἐὰν εἴπσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ Δαβὶδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς«. οὐδενὸς φείδεται ὁ μέλλων κολάζειν. οὐκ ἐπεὶ προ- φήτης τις ἐχρημάτισεν, ἔχει δὲ ἁμαρτήματα, οὐ πληρωθήσεται τῶν λεγομέων ἀπειλῶν. οὐκ ἐπεὶ ἱερεύς τις ἐχρημάτισεν καὶ ἔδοξεν ὑπερογὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν ὁ ἀπόστολος, ἐγράφη δι᾿ ἡμᾶς, »εἰς οὕς τὰ τέλε τῶν αἰώνων κατήντησεν«. εἴ τις οὖν καὶ ἐν τούτοις τοῖς ἱερεῦσι (δείκνυμι δὲ τοὺς πρεσβυτέρους ἡμᾶς) ἢ ἐν τούτοις τοῖς περιεστηκόσι τὸν λαὸν λευΐταις (λέγω δὲ τοὺς διακόνους) ἁμαρτάνει, ἕξει ταύτην τὴν κόλασιν· ὡς πάλιν εὐλογίαι τινές εἰσιν ἱερατικαί, περὶ ὧν θεοῦ διδόντος οὐ μακράν, ἀλλὰ μετὰ τὴν ἐξέτασιν τοῦ λόγου τοῦ προφητικοῦ εἰσόμεθα ἀναγινωσκομένων τῶν Ἀριθμῶν· περὶ γὰρ ἱερέων ἐκεῖ τινα μέλλει λέγεσθαι. »Καὶ τοὺς ἱερεῖς« οὖν »καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ 2 Psal. 115,4. — 15ff. Vgl. Hier. Comm. 932: non solum vulgus ignobile vilisque plebecula, sed reges Ecclesiarum de stirpe, sive filii David, qui sedent resupini erectaque cervice, et protento aqualiculo super thronum ejus. Sacerdotes quoque ipsi, secundus in ecclesiastico honore gradus, et prophetae, qui videntur habere scientiam Scripturarum, et omnes habitatores Jerusalem, pro varietate peccatorum complentur. — 20 Vgl. I Kor.10,11 — 26 Vgl. Num. 18. 1 ἑκάστῳ τῶν ἁμαρτησάντων? Blass | 6/7 ἀλλὰ—πληρωθῆναι] nisi vimum Sodomorum, aut Sorec H | 12 ἐρεῖς Co dices H ἐρεῖ S | 15 κολάζειν] + peccatores H | οὐκ ἐπεὶ προφήτης] ist vorher ein Satz οὐκ ἐπεὶ βασιλεύς τις κτλ. ausgefallen? vgl. Hier. Comm. | 18 τιμιωτέρου] vgl. S.90,24 App. τιμώτερον S | τὸν λαὸν Koetschau vgl. Z. 23 τὸν ὅλον S; H ganz frei u. verkürzt | 24 ταύτην τὴν κό- λασιν] supplicium, quod nunc per prophetam dominus comminatur H | 26 εἰσόμεθα Hu disputabimus H ἰσόμεθα S. πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ« φησιν ὁ θεὸς πληρώσειν »μεθύσματος« καὶ διασκορπιεῖν »αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν «. καὶ ταῦτα δὲ οὕτω νοήσωμεν· τοὺς μὲν δικαίους συνάγει ὁ θεός, τοὺς δὲ ἁμαρτωλοὺς διασκορπίζει. διὰ τοῦτο καὶ ἡνίκα μὲν οὐκ ἐκινοῦντο ἀπὸ ἀνατολῶν οἱ ἄνθρωποι, οἰκ ἐσκόρπισεν αὐτοὺς ὁ θεός· ὅτε δὲ ἐκίνησαν »ἀπὸ ἀνατολῶν« καὶ »εἶπεν· ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ«, φησὶν ὁ θεὸς περὶ τούτων· »δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλώσσαν«, καὶ συγχεῖται ἕκατος καὶ ἐπί τινα τῆς γῆς τόπον διασκορπίζεται. καὶ ὁ λαὸς δὲ ὁ τοῦ Ἰσραὴλ μὴ ἁμαρτάνων μὲν ἐν τῇ Ἰουδαίᾳ ἦν, ἁμαρτήσας δὲ διασκορπίζεται ἔπειτα † ἀπὸ τῆς οἰκουμένης καὶ διασπείρεται πανταχοῦ. Τοιοῦτόν τί μοι νόει καὶ περὶ πάντων ἡμῶν. ἔστι τις <ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ὅπου Σιὼν ὄρος καὶ πόλις θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιος>. οἱ μακάριοι ἐκεῖ συναχθήσονται, ἵνα ὁμοῦ ὦσιν. ἀλλὰ καὶ ἐν τούτῳ κολάζονται τῷ μὴ εἶναι μετ᾿ ἀλλήλων οἱ ἁμαρτωλοί. οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βασάνου τοὺς οἰκίους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὀ ἀδελφὸς τοῦ ἀδελφοῦ. τοιοῦτόν τι νόει καὶ ἐπὶ τῶν ἀδίκων. πικροτέρου τινὸς γεύσασθαί σε δεῖ τὸν ἁμαρτωλὸν διοικονομούμενον ὑπὸ τοῦ θεοῦ, ἵνα παιδευθεὶς σωθῇς. ὥσπερ δὲ οὐχὶ βασανίσαι ἁπλῶς θέλων τὸν κολαζόμενον ὑπὸ σοῦ οἰκέτην ὴ 4ff. Vgl. Sel. in Gen. 11,7 (Lo 8,68 = Cat. Cram. III, 82,15ff.): Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε (ὅτι Cram.) ἦν πάντων τῶν πιστευόντων καρδία καὶ ψυχὴ μία. καὶ οὕτω τηρῶν τὴν γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις, καὶ διαφωνία (ἀσυμφωνία Carm.), καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ (εἰσὶ Cram.) γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα. — 5ff. Vgl. Gen. 11,2. — 7 Gen. 11,3.4. — 9 Gen. 11,7 — 14ff. Vgl. Hebr. 12,23.22. 2 διασκορπιεῖν] διασκορπιοῦσιν S διασκορπιῶ Co LXX dispeergendos H | 3 καὶ2— αὐτῶν] Co; vgl. H: a filiis + ἐν τῷ αὐτῷ Co | 4 νοήσωμεν] + ut mihi videtur H | 8 καὶ1] <Η | ἔσται Co LXX sit H ἐστὶν S | 9 περὶ τούτων] <Η | 10/11 καὶ — διασκορπίζεται] et post pusillum subinfert: Et dispersit eos deus inde a facie omnis terrae H (=Gen. 11,8) H | 13 ἔπειτα—πανταχοῦ] in universum orbem H | 14 τοιοῦτόν S* τοιοῦτον Scorr. | 17 ἵνα—ὦσιν] <Η | τῷ] τοῦ S | 18 τινας] + reges H | 20 καὶ streicht Blass | 21 διασκορπίζοντας Blass διασκορπίσαντας S | 23 mater auch H | ἢ] + aut mater filiae (od. pater fratris), aut H | 24 πικροτέρου] πικρότερόν S amariora tormenta H | 25 θεοῦ] + si solus in exsilium relegetur H. υἱὸν κολάζεις, ἀλλ᾿ ἵνα τοῖς πόνοις αὐτὸν ἐπιστρέψῃς, οὕτως καὶ ὁ θεὸς τοὺς μὴ ἐπιστρέφοντας τῷ λόγῳ, τοὺς μὴ θεραπευθέντας, παιδεύσει τοῖς ἀπὸ παθημάτων πόνοις. ἐπὶ παιδείᾳ περιβάλλει ἃ περιβάλλει κατὰ τὸ εἰρημένον· »διὰ παντὸς πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλήμ«. ἵν᾿ οὖν αὐξήσῃ ὁ παιδεύων πόνος, διασκορπίζονται οἱ πονοῦντες ἀπ᾿ ἀλλήλων ὡς μὴ εἶναι ἅμα τόνδε καὶ τόνδε. ἐλύετο γὰρ ἂν τὸ σφοδρὸν τοῦ πόνου διὰ τῆς παραμυθίας ἑνὸς ἑκάστου πρὸς τὴν ἀπὸ τοῦ ἑτέρου. Εἰ δὲ δεῖ προσθεῖναι τῷ λόγῳ καὶ ἄλλην αἰτίαν τοῦ διασκορπίζεσθαι, καὶ τοῦτο παραθήσομαι. κακοὶ συνόντες ἀλλήλοις τὰ κακὰ σκοποῦσι καὶ αὔξουσιν, ὥσπερ ἀγαθοὶ συνόντες ἀγαθοῖς περὶ ἀγαθῶν σκέπτονται. [καὶ] καταλύεται οὖν καὶ διαιρεῖται ἡ κακὴ βουλή, ἰσχύσασα ἂν μετὰ τῶν ὁμοίων, ὅτε διασκορπίζονται ἀπ᾿ ἀλλήλων οἱ μοχθηροί. διὰ τοῦτο οἰκονομεῖ ὁ θεὸς μὴ εἶναι μετ᾿ ἀλλήλων τοὺς φαύλους, τάχα καὶ αὐτῶν προνοῶν, ἵνα μὴ συναυξήσῃ αὐτῶν ἡ κακία, ἀλλὰ μειωθῇ διαλυομένη. ταῦτα διὰ τὸ »σκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπὶ τὸ αὐτό. λέγει κύριος«. »Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν«. τοῖς τοιούτοις ῥητοῖς ἐπιβαίνουσιν οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες· ὁρᾷς τὸν δημιουργὸν οἷός ἐστι; τὸν τῶν προφητῶν θεὸν ὅς φησιν· »οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν«; πῶς δύναται οὗτος εἶναι ἀγαθός; ἐὰν δὲ λάβω παράδειγμα τὸν ἐπὶ καλῷ τῷ κοινῷ οὐκ οἰκτειροῦντα δικαστὴν καὶ καλῶς οὐκ ἐλεοῦντα κριτήν, δυνήσομαι ἀπὸ τοῦ παραδείγματος πεπισαι ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ιατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον ἔστω δικαστῇ τὸ προκείμενον τοῦτο, τὴν εἰρήνην δημιουργῆσαι καὶ κατασκευάσαι τῷ ὑπ᾿ αὐτὸν ἔθνει τὰ συμφέεροντα. προσεληλυθέτω δέ τις προσαγόμενος φονεὺς ὡραῖος τὴν ὄψιν καὶ 4 Jerem. 6,7 — 20 Vgl. S.15,2. 1 ἐπιστρέψῃς] + ab errore in quem incubuerant H | 2 τοὺς μὴ θεραπευθέν- τας]<Η | 3 παθημάτων] nach H: doloribus (et tormentis) μαθημάτων S | 3/4 ἐπεὶ — περιβάλλει] ad id retrahit quod fuerunt H | 3 ἐπὶ παιδείᾳ nach Lietzmann ἐπεὶ παιδεία S | 8 πρὸς τὴν] τῆς? Blass προσγενομένης? Koetschau | 11 αὔξουσιν] et in pristina nequitia perseverantes, augent peccata peccatis H | 12 καταλύεται nach H: Dissolvitur καὶ καταλύονται S | 13 ἀπ᾿ Blass Koetschau nach Z. 8 | 16 σκορπιῶ] et dispergam H (vgl. S. 90,2) | 20—28 Hierzu Fragm. 44. in C: Τὸ—ἰατροί | 22 ὅς] quid H. | 27 ἰατρόν Hu medici H ἰατρικὸν S | 28/29 την—συμφέροντα] quietem eivitati et pacem genti, cui praesidet, providere H. καλὸς ἰδέσθαι. μήτηρ προσεληλυθέτω ἐλεεινοὺς προσφέρουσα λόγους τῷ δικαστῇ, ἵνα ἐλεηθῇ αὐτῆς τὸ γῆρας, ἡ γυνὴ τούτου τοῦ ἀναξίου ἐλεηθῆναι παρακαλείτω, περὶ αὐτοῦ τέκνα περιεστηκότα δεέσθω. ἐπὶ τούτοις τί συμφέρει τῷ κοινῷ; ἆρα ἐλεηθῆναι τοῦτον ἢ μὴ ἐλεηθῆναι; ἀλλὰ ἐλεηθεὶς μὲν ἐπὶ τὰ αὐτὰ ἐπανελεύσεται· μὴ ἐλεηθεὶς δὲ αὐτὸς μὲν ἀποθανεῖται, τὸ δὲ κοινὸν βελτιωθήσεται. οὕτως ὁ θεὸς ἐὰν φείσηται τοῦ ἁμαρτωλοῦ καὶ ἐλεήσῃ αὐτὸν καὶ οἰκτειρήσῃ ὡς μὴ κολάσαι, τίς οὐκ ἐπιτριβήσεται; τίς τῶν φαύλων καὶ διὰ τοῦς τοὺς φόβους τῶν κολαστηρίων παυομένων τῶν ἁμαρτημάτων οὐκ ἐπιτριβήσεται, οὐ χείρων ἔσται; τοιαῦτα καὶ ἐν ταῖς ἐκκλησίαις γινόμενα ἔστιν ἰδεῖν· ἥμαρτέ τις, ἐδεήθη μετὰ τὴν ἁμαρτίαν περὶ κοινωνίας. ἐὰν τάχιον ἐλεηθῇ, ἐπιτρίβεται τὸ κοινόν. αὔξεται ἡ ἁμαρτία ἑτέρων. ἐὰν δὲ λογισμῷ οὐχ ὡς ἀνελεήμων οὐδ᾿ ὡς ὠμὸς ὁ δικαστής, ἀλλ᾿ ὡς προνοούμενος καὶ τοῦ ἑνός, πλεῖον δὲ προνοούμενος τῶν πολλῶν παρὰ τὸν ἕνα σκοπήσῃ τὴν εσομένην ζημίαν τῷ κοινῷ ἐκ τῆς κοινωνίας τοῦ ἑνὸς καὶ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος αὐτοῦ, δῆλον ὅτι ποιήσει ἐκβαλεῖν τὸν ἕνα, ἵνα σώσῃ τοὺς πολλούς. Ἴδε μοι καὶ ἰατρόν, τίνα τρόπον τρόπον ἐὰν φειδέμενος ᾖ τοῦ τέμνειν ὅ,τι χρὴ τέμνειν, ἐὰν φειδόμενος τοῦ καυτηριάζειν <ὅ,τι χρὴ καυτηρι- άζειν> διὰ τοὺς πόνους τοὺς ἐπακολουθοῦντας τοῖς τοιούτοις βοηθήμασι, τίνα τρόπον ἡ νόσος αὔξει καὶ χείρων γίνεται. ἐὰν δὲ τολμηρότερον οἷον προσέλθῃ τῇ τομῇ καὶ τῆ καύσει, θεραπεύσει διὰ τοῦ μὴ ἐλεῆσαι, διὰ τοῦ δοκεῖν μὴ οἰκτείρειν ἐκεῖνον τὸν καυτηριαζόμενον καὶ τὸν τεμνόμενον. οὕτως καὶ ὁ θεὸς οὐχ ἕνα ἄνθρωπον οἰκονομεῖ, ἀλλ᾿ ὅλον τὸν κόσμον οἰκονομεῖ, τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ πανταχοῦ διοικεῖ. σκοπεῖ οὖν τί συμφέρει ὅλῳ τῷ κόσμῳ καὶ πᾶσι τοῖς οὖσι, κατὰ τὸ δυνατὸν σκοπεῖ καὶ τὸ συμφέρον τῷ ἑνί, οὐ μέντοι ἵνα γένηται ἐπὶ ζημίᾳ τοῦ κόσμου τὸ τοῦ ἑνὸς συμφέρον. διὰ τοῦτο καὶ πῦρ αἰώνιον ἡτοιμάσθη, διὰ τοῦτο καὶ γέεννα 1 Vgl. Gen. 3,6 — 30 Vgl. Matth. 18,8 25,41. 8/9 τὶς τῶν φαύλων καὶ .... παυομένων nach H: Quis malorum qui .... terrentur τῶν φαύλων καὶ ... παυόμενος S | 16 κοινωνίας .... καὶ τῆς] 〈 Η | 19 τίνα τρόπον] 〈 ΗCo | ᾖ Co ἢ S | 20 ὅ,τι] ὅτι S ejus vulneris quod H ὅτε Co | ὅ,τι χρὴ καυτηριάζειν nach H: id, quod indiget cauterio | 22 ἡ HuH ἢ S | 25 τὸν] zu streichen? | 27 διοικεῖ] + et cum hoc provideat, quod uni commodum sit, multo magis H | 27. 28 σκοπεῖ Ru providet H σκόπει S | 28 κατὰ τὸ δυνατὸν 〈 Η | 29 ἐπὶ ζημίᾳ Blass Koetschau ἐπιζημία S damno H. ηὐτρέπισται, διὰ τοῦτο ἔστι τι καὶ σκότος ἐξώτερον, ὧν χρεία οὐ μόνον διὰ τὸν κολαζόμενον, ἀλλὰ μάλιστα διὰ τὸ κοινόν.