ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ DEF Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ τῷ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι· καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν ἐπιστολὴ, ἔχουσα οὕτως· ABDEF Ἑορτὴ καὶ τὰ γράμματα καὶ τὸ κρεῖττον ὅτι προφθάνεις τὸν S. Greg. Ep. cxv καιρὸν τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα· ἡμεῖς δὲ ὦν ἔχομεν τὸ μεῖζον ἀντιδίδομεν τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρʼ ἡμῶν ἔχῃς, τὸ δʼ αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον ἀπεστάλκαμέν σοι τῆς Ὠριγένους φιλοκαλίας ἐκλογὰς ἔχον χρησίμους τοῖς φιλολόγοις. τοῦτο καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν ἡμῖν δοῦναι τῆς ὡφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος. B Πρόλογος. Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην. φασὶ δὲ ταύτην τινές, ἔτι δὲ καὶ τὴν εἰς κεφάλαια ταύτης διαίρεσίν τε καὶ τάξιν, καὶ μὴν καὶ τὰς καθʼ ἔκαστον ἐκείνων ἐπιγραφὰς, ἔργον τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου γενέσθαι· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ ἐστάλθαι τῷ τὴν μνήμην ὁσίῳ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα. ὅπερ ὡς ἐν προλόγῳ καὶ ἡ βίβλος ἀφʼ ἧς τὴν μεταγραφὴν πεποιήμεθα, παλαιοτάτη γε οὖσα, κατασκευάζειν ἠβούλετο. πόθεν δὲ τοῦτο διισχυρίζονται; ἐξ ἐπιστολῆς δῆθεν τοῦ αὐτοῦ θείου ἀνδρὸς πρὸς τὸν μνημονευθέντα γραφείσης Θεόδωρον, καὶ τῷ ῥηθέντι πυκτίῳ συνεκπεμφθείσης. 2, 3 ἠθροισμένη DF 5 λέγεται ἐστάλθαι] F; ἐστάλθαι D (cf. infra B); ἐπεσταλμένην E 6 ἐπιστολὴ δείκνυσιν E 9 τὸ μεῖζον ὦν ἔχομεν E 9, 10 ἀντιδιδόαμεν DF 11 πτυκτίον A 12 χρησίμους] τῶν χρησίμων Greg. ἐπεὶ οὖν τὴν μέν ἐπιστολὴν αὐτοῦ σαφῶς οὖσαν τοῦ B τῆς θεολογίας ἐπωνύμου γνωρίζομεν, πολλὰ δὲ τῶν ἐν τῇ τοιαύτῃ συλλογῇ τῶν ὀρθῶν ἀπᾴδοντα δογμάτων εὑρίσκομεν· εἰκότως ἡμεῖς τῷ τῆς ἀληθείας ἑπόμενοι λόγῳ ἐκείνην τε τῷ πάροντι καθυποτάξαι προλόγῳ συνείδομεν, καὶ τῶν Ὠριγένους προασπιστῶν τὸ κακούργημα λανθάνον τοῖς ἐντυγχάνουσιν εὐφώρατον καταστῆσαι. Γεγράφθαι μέν οἦν ὑπὸ τοῦ θεολόγου ταύτην οὐδὲ ἡμεῖς ἀμφιβάλλομεν· τῷ μάλιστα πάσαις ταῖς τῶν ἐπιστολῶν αὐτοῦ βίβλοις ὡσαύτως ἔχουσαν φέρεσθαι, καὶ ὑπʼ οὐδένος ἀντιλέγεσθαι. τοῦτο δέ συνομολογοῦντες ἀκολούθως δεχόμεθα καὶ τὸ ἔτερον· ὅπερ ἐστὶν, τὸ καὶ συναγωγὴν ἐκ τῶν Ὠριγένους ὑπὸ τῶν σοφῶν γενέσθαι καθηγητῶν· τῶν χρησίμων μέντοι καὶ ὠφελίμων ῥητῶν, καθʼ ἃ καὶ αὐτὸ ἐπὶ λέξεως τῷ προσεχῶς εἰρημένῳ τοῦ θεολόγου περιέχεται γράμματι. ἦν γὰρ αὐτοὺς εἰκὸς, τοῦ πνεύματος μελίσσας ὑπάρχοντας, ἐκ διαφόρων ἀνθέων τὰ κάλλιστα δρέπεσθαι, πρὸς ἑνὸς ἀδόλου κηρίου συμπλήρωσιν· ἐξ οὗ βασιλεῖς τε καὶ ἰδιῶται, κατὰ τὸν σοφὸν παροιμιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον. ἐκεῖνα τοιγαροῦν συναθροῖσαι τοὺς θεσπεσίους ἐκείνους πατέρας πιστεύομεν, ὅσα μηδεμίαν αἱρετικῆς ἔχει πικρίας ἐπιπλοκήν· οὐ μὴν καὶ πάντα χύδην τά τισι τῶν ὑποτεταγμένων ἐμφερόμενα κεφαλαίων· ὧν πολὺ τὸ ἀπηχές καὶ ἀλλότριον πρὸς τὴν θεόπνευστον τῶν πατέρων διδασκαλίαν ἐλέγχεται. Πότε γὰρ Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντός τινος ἠνέσχοντο μόνον· οὔ τί φαμεν καὶ ὡς ὠφέλιμα τὰ τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν; οὐ πᾶς αὐτοῖς ὁ ἀγὼν κατὰ τῆς Ἀρείου τε καὶ Εὐνομίου καὶ τῆς τῶν παραπλησίων ἐκείνοις συγκεκρότηται δυσφημίας; οὐ μυθικὸν καὶ Ἕλλησι πρέποντα τὸν περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως καὶ τῶν ὁμοίων δογμάτων ἀπεφήναντο λόγον; καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἐπιλείψει γὰρ ἡμᾶς διηγουμένους ὁ χρόνος, ὅσους ὑπέρ τῆς ὀρθοδόξου πίστεως κατεβάλοντο μόχθους. ἐκείνοις μὲν οὖν εἰς τὸ δεῖξαι ὁμότιμον καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν καὶ ἀρχικὴν τριάδα σύμπας ὁ βίος σχεδὸν κατηνάλωται, ἐν τῇ ζωοποιῷ τῶν εὐσεβῶν δογμάτων πόᾳ τὰ τοῦ χριστοῦ νέμουσι προβατα, καὶ συνήθει πρὸς αὐτὰ κεχρημένοις φωνῇ μηδὲν ἐξηλλαγμένον ἐχούσῃ πρὸς τὴν ἀλήθειαν. ἐνταῦθα δὲ πᾶν τοὐναντίον ἔστιν εὑρεῖν· ὅσα μὲν γὰρ ἀπηριθμησάμεθα ἄτοπα, καὶ ἕτερα ἔτι (A)B πρὸς τούτοις, τόποις τισὶν ἐνέσπαρται τοῦ παρόντος βιβλίου· ἑνὸς δὲ τῶν κεφαλαίων, τοῦ εἰκοστοῦ δευτέρου φαμέν, ἐξ αὐτῆς εὐθὺς τῆς ἐπιγραφῆς τὸ κίβδηλόν τε καὶ νόθον διασημαίνεται. εἰ τοίνυν πάντα ἐκεῖνα τοὺς ἁγίους παράσχοιμεν ἐκκρῖναι τοὺς πατέρας τῇ συλλογῇ, ἐξ ἀνάγκης καὶ τοῖς οὐκ ὀρθῶς ἔχουσιν ὡς ὀρθοῖς συνθησόμεθα. καὶ σκόπει τὸ ἄτοπον ὅσον· τοὺς γὰρ τῆς εὐθύτητος γνώμονας τῆς διαστροφῆς γραψόμεθα τῆς ἡμετέρας· ἀλλὰ μὴ γένοιτο. τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπʼ αὐτῶν γινομέναις ἐκλογαῖς ἄμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα; σῖτον δὲ λέγειν τινὰ τῶν παρὰ τοῖς αἱρετικοῖς εὖ μάλα συγκεχωρήμεθα· ἐπείπερ, κατὰ τὸν σοφώτατον Κύριλλον, ‘οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν S.Cyr.Alex. Ep. xliv καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὦν καὶ ἡμεῖς ὁμολογοῦμεν.᾿ οὐκ ἄρα δὴ οὖν Βασίλειος καὶ Γρηγόριος ἄμα τῷ σίτῳ συνεφόρησαν ἡμῖν καὶ τὰ ἄχυρα· πῶς γάρ; ἀλλὰ τῶν τὰς ὁδοὐς Κυρίου διαστρεφόντων τινές τῆς ἑλληνικῆς Ὠριγένους ποικίλως ἀντιποιούμενοι δυσσεβείας, καθʼ ὁμοιότητα τοῦ τὸν καθηγητὴν αὐτῶν ὑποσκελίσαντος διαβόλου, τῷ ἡμετέρῳ σίτῳ τὰ ἄχυρα νῦν συνανέμιξαν, ὡς ἐκεῖνος ἔκπαλαι τῷ δεσποτικῷ ἀγρῷ τὰ ζιζάνια. ἡμέτερος γὰρ ὁ σῖτος· καὶ ἡμέτερα, ἔνθα ἂν εὑρεθεῖεν, τὰ ὀρθόδοξα δόγματα· ὦν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου διδασκαλίας, κατὰ τὸ δεδομένον αὐτοῖς ἄνωθεν τῆς διακριτικῆς δυνάμεως πτύον, τοῦ ἀχύρου τὸν σῖτον ἀποκαθάραντες, τὸν μέν εἰς τὴν καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδὤκασι τῷ ἀσβέστῳ, κἂν Ὠριγένης μὴ βούληται. Διὰ πάντων οὖν τούτων ἐκεῖνο ἐροῦμεν, ὡς προσῆκεν ἡμᾶς τῇ ἐπιστολῇ A μαρτυροῦντας τὸ γνήσιον, καὶ συλλογὴν ὑπὸ τῶν ἀγίων γενέσθαι μὴ ἀμφιβάλλοντας, τῇ τε αὐτῶν ὀρθοδοξία ἡλίου λαμπρότερον φαινομένῃ προσέχοντας, οἴκοθεν ἐπιλογίζεσθαι τὸ λοιπόν. τόδε γέ ἐστιν, ὡς ὁμολογουμένως τινὲς, καθʼ ἃ λέλεκται, τὴν Ὠριγένους νοσοῦντες κακοδοξίαν, χώραν διὰ τῆς τοῦ ἁγίου Γρηγορίου λαβόντες ἐπιστολῆς, βεβήλοις τισὶ παρενθήκαις τολμηρῶς τὸ τῆς ἐκλογῆς κατεμόλυναν ἄθροισμα· ὡς ἂν οἱ ἁπλούστερον ἐντυγχάνοντες εὑρεθεῖεν, καθʼ ἄ που Βασίλειος εἴπεν ὁ θεῖος, τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. ἵνα τοίνυν ἐκεῖνο μὴ γένηται, πρόδηλα ταῦτα τοῖς ἐντυγχάνουσιν ἐσπουδάσαμεν καταστῆσαι. ὅθεν τῇ τῶν ὑποκειμένων κεφαλαίων συναγωγῇ καὶ ἐκθέσει πάσῃ τὸν νοῦν ὡς οἷόν τε ἦν ἀκριβῶς ἐπιστήσαντες, καὶ ταύτην κατὰ δύναμιν βασανίσαντες, τοῖς ὑποβολιμαίοις καὶ νόθοις ἐπὶ μετώπου σημεῖα παρατεθείκαμεν ταῦτα· AB αἱρετικά· ψεκτἀ· διʼ ὦν ἐκεῖνα ὡς αἱρετικὰ, ὡς ψεκτὰ, κατὰ τοὺς ἰδίους ἔκαστα τόπους ἐστηλιτεύσαμεν. Ἐπιστολὴ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων· Ἑορτὴ καὶ τὰ γράμματα, κ.τ.λ. Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ· ἐκλογὴ κεφαλαίων ἐκ διαφόρων Β συγγραμμάτων τοῦ δυσσεβοῦς Ὠριγένους. Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ. ΑD ά. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ΑBD ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος, καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου. β΄. Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή. γ΄. Διὰ τί κβ΄ τὰ θεόπνευστα βιβλία. δ΄. Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ε΄. Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἔν βιβλίον ἐστίν. ς΄. Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή. ζ΄. Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς. η΄. Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις τὸ τῆς διανοίας ἀκόλουθον σὥζοντα. θ΄. Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφὴν τῷ αὐτῷ ὀνόματι κατὰ διάφορα σημαινόμενα κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ αὐτῷ τόπῳ. ι΄. Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος καὶ πέτρας σκανδάλου. ια΄. Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον διώκειν, καὶ τὰ ὑπὸ τῶν αἱρετικῶν ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπαπορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπερηφανεῖν, ἀλλὰ καὶ αὐτῶν μεταλαμβάνειν τῆς ἐν ἀπιστίᾳ ταραχῆς ἐκτός. ιβ΄. Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ιγ΄. Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας. ΑBD ιδ΄. Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὦν ἄνευ ἀκριβείας σημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίστασθαι. ιε΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελές τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρʼ Ἕλλησιν εἰρῆσθαι φάσκοντας· καὶ προσέτι δυσειδές τὸ τοῦ κυρίου σῶμα λέγοντας· καὶ τίς ὁ λόγος τῶν διαφόρων τοῦ λόγου μορφῶν. ις΄. Περὶ τῶν διαβαλλόντων τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκκλησίᾳ αἱρέσεις. ιζ΄. Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδέν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία· ἢ τῷ δεῖνα, φέρε εἰπεῖν, παρʼ Ἰνδοῖς· ἢ τῷ δεῖνα παρʼ Aἰγυπτίοις. ιη΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰδέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χριστιανισμῷ πίστεως· καὶ ὡς προτιμώντων τῆς ἐν βίῳ σοφίας τὴν μωρίαν· καὶ ὅτι οὐδεὶς σοφὸς ἢ πεπαιδευμένος μεμαθήτευται τῷ Ἰησοῦ· ἀλλʼ ἢ ναῦται καὶ τελῶναι πονηρότατοι ἠλιθίους καὶ ἀναισθήτους, ἀνδράποδά τε καὶ γύναια καὶ παιδάρια ὑπάγοντες τῷ κηρύγματι. ιθ΄. Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδέν κοινὸν ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν δεισιδαίμονα πίστιν, ἐπαινετὴ τέ ἐστι καὶ ταῖς ἀρχῆθεν κοιναῖς ἐννοίαις συναγορεύει· καὶ πρὸς τοὺς λέγοντας πῶς ἐκ θνητοῦ σώματος ὄντα τὸν Ἰησοῦν θεὸν νομίζομεν. κ΄. Πρὸς τοὺς λέγοντας μὴ διά τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι τὸν ἅπαντα κόσμον καὶ τοὺς ἀνθρώπους· ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ ἄλογα ζῆ· καὶ ὅτι σοφώτερα ἡμῶν ὄντα θεοφιλῆ τέ ἐστι καὶ ἔννοιαν ἔχει θεοῦ καὶ προγινώσκει τὰ μέλλοντα. ἐν οἶς καὶ κατὰ μετεμψυχώσεως, καὶ περὶ οἰωνιστικῆς καὶ τῆς κατʼ αὐτὴν ἀπάτης. κα΄. Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν ἐπίλυσις καὶ ἑρμηνεία· ἅτινά ἐστι ταῦτα· α΄. Εἰς τὸ Ἐσκλήρυνε Κὑριος τὴν καρδίαν Φαραώ. β΄. Εἰς τὸ Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσιν. γ΄. Εἰς τὸ Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες ἀκούσωσι ΑBD καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς. δ΄. Εἰς τὸ Οὐ τοῦ θέλοντος οὐδέ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. ε΄. Εἰς τὸ Καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν ς΄. Εἰς τὸ Ἅρʼ οὖν ὄν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. κβ΄. Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων ψυχῶν διασπορὰ ἐπικεκρυμμένως δηλουμένη ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατʼ αὐτὴν συγχύσεως τῶν γλωσσῶν. ἐν ᾧ καὶ περὶ πολλῶν κυρίων ἐπιτεταγμένων τοῖς διασπαρεῖσι κατὰ ἀναλογίαν τῆς καταστάσεως. κγ΄. Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφʼ ἑκάστου πραττομένων τὸ ἐφʼ ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσι θείαις τὰ σημεῖα ἔκκειται· καὶ τίς ἡ τούτων αἰτία. ἐν ᾧ καὶ Κλήμεντος ἐπισκόπου Ῥώμης ἐν τῷ πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ λόγῳ ἀναγκαιότατόν τι θεώρημα, ἐν οἶς δοκεῖ ἀληθεύειν ἡ ἀστρολογία. κδʼ Ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία ἡ ὕλη. κε΄, Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον. κς΄. Περὶ ἀγαθῶν καὶ κακῶν, καὶ ὅτι ταῦτα ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτῳ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν· ἀλλʼ οὐχ ὡς Ἀριστοτέλης οἴεται. κζ΄. Εἰς τὸ Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ.