<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="3"><note type="marginal">cf. Rο iii 21</note><p>3. Οὕτω τοίνυν καὶ νῆν χωρὶς μὲν νόμου τοῦ τῆς φύσεως
δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου
Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δʼ ἂν πρός τοὺς ἔτι <lb n="30"/>
ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου,
<note type="footnote">9 σημέραι AB 13 ἐλλελόγηται] ἐλλογεῖται B om. κατὰ
AB 19 ὅτι] + ὁ καιρὸς C 25 γεννωαένω C 29 νόμου]
τοῦ A; + καὶ C</note>

<pb n="57"/>
<note type="marginal">ABC</note> ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ· Νυνὶ δὲ
χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· καὶ ἐν τῷ·
<note type="marginal">581</note> Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν
χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ
<lb n="5"/> δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται.
τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ
Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος·
μικρότερος γάρ ἐστιν αὑτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ
γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι
<lb n="10"/> τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικός λόγος.
διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν
τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν
πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ
μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν,
<lb n="15"/> καὶ ἔσθʼ ὅτε παρὰ τήν σύμφρασιν ἀπαιτοῦσαν ἁλλως τῇ
λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις.
καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλμάτων
ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι
ὅτι τὸ Ἕώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλʼ ὁτὲ μὲν <note type="marginal">Jn i 18</note>
<lb n="20"/>ἐπὶ τοῦ σωματικοῦ ὀρᾶν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν, καθόλου
γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς
ἐκθέσθαι τὰ νοήματα τῆς ἀληθείας τῷ ἐν τοῖς προφήταις
πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ
καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν
<lb n="25"/> λέγεται ἀκολουθίαν ἴνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς
ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκεκρυμμένα.
καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ
ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ
μάλιστα, ὡς προείπομεν, τὴν προφητικὴν καὶ τὴν ἀποστολικήν·
<lb n="30"/> καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς φωμαίους
ἐπιστολήν, ἐν ἧ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ
ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ
<note type="footnote1">16 κεῖται] Βcorr C; κεῖνται ΑB* 20 σωματικῶς C</note>

<pb n="58"/>
ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς ἐπιστολῆς τοῦ προκειμένου <note type="marginal">ABC</note>
αὐτῷ σκοποῦ.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><head>X.</head><div type="textpart" subtype="section" n="1"><head>Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν
τι λίθου προU+03F2κόμματοU+03F2, πέτραU+03F2 U+03F2κανλάλου. ἐν
<note type="marginal">Jer xliv(li)22</note> τῇ λθ΄ ὁμιλία τῶν εἰU+03F2 τὸν Ἱερεμίαν εἰU+03F2 τό Οὑκ <lb n="5"/>
ἠλύνατο κύριοU+03F2 φέρειν ἀπὸ προU+03F2ώπου πονηρίαU+03F2
ὑμῶν.</head><p>1. Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς
<note type="marginal">Ro ix 33; 1 Pe ii 7:</note> νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου,
<note type="marginal">cf. Is viii 14</note> αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ <lb n="10"/>
προσκίμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα,
<note type="marginal">Rο ix 33; cf. Isxxviii 16</note> ὥστ΄ ἄν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ <note type="marginal">286</note>
καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ
τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ
<note type="marginal">Mt xii 36</note> γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργόν, ὡς <lb n="15"/>
δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση
δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος
ὴμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ
ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ
ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν <lb n="20"/>
ἢν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον ὑπὸ
τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ
γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον
<note type="marginal">cf. Mt v 18</note> ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα
ἓν ἢ μία κεραία γιγραμμένη ἐν τῇ γραφῇ ἥτις τοῖς ἐπισταμένοις <lb n="25"/>
χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται
τὸ ἑαυτῆς ἔργον.</p></div></div></div></div></body></text></TEI>