<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><head>Τίϲ ὁ λόγοϲ τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα <lb n="10"/>
ϲημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆϲθαι πολλάκιϲ
καὶ ἐν τῷ αὐτῷ τόπῳ. ἐκ τῆϲ πρὸϲ Ῥωμαίουϲ·
<note type="marginal">Ro vii 7</note> τόμοϲ ἔννατοϲ· εἰϲ τό. Τί οὖν; ὁ νόμοϲ ἁμαρτία;</head><p>1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ
νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ <lb n="15"/>
τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί
σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον
ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ
καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες
συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ <lb n="20"/>
τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ
νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται.
τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα
ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ
ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης <lb n="25"/>
ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας
<note type="marginal">Ga iii 10; cf. Deut xxvii 26</note> λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν
εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει
<note type="footnote">10 Ru. IV. 580 25, 26 κειμένης] hic rursus incpit C</note>

<pb n="55"/>
<note type="marginal">ABC</note> πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοὺ
ποιῆσαι αὐτά. σαφὲς ὅτι νόμος ὁ κατὰ τό γράμμα δηλοῦται
Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν
δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τό
<lb n="5"/> δʼ αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ· Ὁ νόμος <note type="marginal">Ga iii 19</note>
γὰρ τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ
σπέρμα ᾦ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ
μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν <note type="marginal">Ga iii 24 ff.</note>
γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης
<lb n="10"/> δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες
γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγςγραμμένη ἴστορία
ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι
λαβεῖν ἐκ τοῦ· Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, <note type="marginal">Ga iv 21 ff.</note>
<lb n="15"/> τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο
υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας.
ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατά σάρκα γεγέννηται, δὲ
ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Οἴδα καὶ τοὺς φαλμοὺς ὀνομαζομένους νόμον, ὡς
<lb n="20"/> δῆλον ἐκ τοῦ. Ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν <note type="marginal">Jn xv 25: cf. Ps xxxv</note>
γςγραμμένος ὅτι ἐμίσησάν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ <note type="marginal">(xxxiv) 19</note>
Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται,
φάσκουτι· Ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώσσοις <note type="marginal">1 co xiv 21; cf. Is xxviii 11 f.</note>
καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ
<lb n="25"/> οὕτως εἰσακούσονταί μου, λέγει κύριος. εὖρον γὰρ τὰ
ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ
κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα
τοῦ νόμου ἐκδοχὴ, ὡς ἐν τῷ· Οἴδαμεν γὰρ ὅτι ὀ νόμος <note type="marginal">Ro viii 14</note>
πνευματικός ἐστι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ
<lb n="30"/> κατὰ τὰς κοινάς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καὶ, ὡς
ὀνομάζει ἡ γραφὴ, ἐγγςγραμμένος τῇ καρδίᾳ λόγος, προστακτικὸς
μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὤν οὐ ποιητέον.
<note type="footnote">6 ἄχρι] ἄχρις C 7 ὡ] δ B; οὐ C 10 om. τῆς C
26 ἀκύλου] ἀκύλα AC 29 ταῦτα πάντα ΑCC</note>

<pb n="56"/>
<note type="marginal">Ro ii 14 f.</note> καὶ τοῦτο δὲ δηλοῦται ἐν τῷ· Ὅταν γὰρ ἔθνη τὰ <note type="marginal">ABC</note>
μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον
μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος· οἶτινες ἐνδείκνυνται τό
ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης
αὐτῶν τῆς συνειδήσεως. ὁ γὰρ γραπτὸς ἐν <lb n="5"/>
ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύσει τὰ τοῦ νόμου
ποιοῦσιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει
ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ
τῆς συμππληρώσεως τοῦ λόγου ὁσημέραι γινομένου. τοῦτο
<note type="marginal">Rο v 13</note> τὸ σημαινόμενον ἢν τοῦ νόμου καὶ ἐν τῷ· Ἁμαρτία οὐκ <lb n="10"/>
<note type="marginal">Ro vii 7</note> ἐλλογεῖται μὴ ὄντος νόμου· καὶ ἐν τῷ· Τὴν ἁμαρτίαν οὐκ
ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ γὰρ τοῦ κατὰ Mωσέα νόμου
ἐλλελόγηται ἁμαρτία καὶ τῷ Κάιν καὶ τοῖς κατὰ τὸν
κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις
μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ <lb n="15"/>
Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἔνὸς
ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν
γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς,
<note type="marginal">Jn iv 35</note> οἶον· Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὀ θερισμὸς
ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς <lb n="20"/>
χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. δὶς γὰρ ὁ
θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν
ἀναφέρεται, κατὰ δὲ τί δεύτερον ἐπὶ τὸν πνευματικόν.
τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς
τυφλοῦ θεραπευθέντος· ᾦ ἐπιφέρει σωματικῶς γενομένῳ <lb n="25"/>
<note type="marginal">Jn ix 39</note> τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἴνα οἱ μὴ
βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.</p></div></div></div></div></body></text></TEI>