<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="2"><p>2. Ἐν τῇ Γενέσει τῷ Ἀδὰμ ὁ θεὸς ἐντολὴν διδοὺς
<note type="marginal">Gen ii 16 f.</note> οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ
<note type="footnote">1 Ru. 111. 438 7 συγχύνει] τυγχάνει B 13 εδωμεν AB
16 ῶν] ὡι B; ὡ D εὔροσαν D 21 ὡν] ὡι B; ὢ D εὔροσαν D
23 ὥν] om. B; ὡ D</note>

<pb n="53"/>
<note type="marginal">ΑBD</note> βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ
πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ· ἧ δʼ ἄν ἡμέρα φάγητε ἀπʼ
αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ἀρξάμενος γὰρ κἀκεῖ ἀπὸ
ἑνικοῦ ἐν τῷ εἰρηκέναι· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ
<lb n="5"/> βρώσει φαγῇ· ἐπιφέρει πληθυντικῶς εἰπών· Ἀπὸ δὲ
<note type="marginal">439</note> τοῦ ξύλου τοῦ γινώσκειν καλόν καὶ πονηρὸν, οὐ φάγεσθε
ἀπʼ αὐτοῦ· ᾖ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ
ἀποθανεῖσθε. ὅτε γὰρ περὶ τῆς ἐντολῆς <del>λέγει</del>, δἰ ἦς
αὐτὸν ἐν ζωῇ ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς
<lb n="10"/> ἐντέλλεται, καί φησιν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ
παραδείσῳ βρώσει φαγῇ· οἱ γὰρ κατὰ θεὸν περιπατοῦντες
καὶ τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ
ὁμόφρονες εἶναι οἱ πολλοὶ ἔν εἰσι. διὰ τοῦτο ὅτε περὶ
ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτῷ λέγεται τό· Βρώσει
<lb n="15"/> φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ
ἑνικῶς ἀλλʼ ἤδη πληθυντικῶς φησίν· Οὐ φάγεσθε· ἧ δ
ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ
δέονται πρὸς θεὸν, πληθυντικῶς λέγεται τό· Ἔκλαυσαν
<lb n="20"/> καὶ ἐδεήθησάν μου· ὅτε δὲ εὑρίσκουσι τόν θεὸν, οὐκέτι
πληθυντικῶς φησὶ τό. Ἐκεῖ ἐλαλήθη πρός αὐτούς· ἀλλά·
πρὸς αὐτόν. ἤδη γὰρ ἒν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ
εὑρηκέναι τὸν θεὸν καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. ὄ γὰρ
εἶς ὅτε ἁμαρτάνει πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ
<lb n="25"/> θεοῦ καὶ μεριζόμενος καὶ τῆς ἑνότητος ἐκπεσών· οἱ δὲ
πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοὺ θεοῦ εἶς εἰσί·
καθὼς καὶ ὀ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἶς ἄρτος καὶ <note type="marginal">1 Co x 17</note>
ἔν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἶς θεὸς καὶ εἶς <note type="marginal">cf. Eph iv 5 f.</note>
χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ·
Ὅτι οἱ πάντες ἔν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὗθις· <note type="marginal">cf. Ro xii 5; Ga iii 28</note>
Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἐνὶ ἀνδρὶ παρθένον <note type="marginal">2 Co xi 2</note>
ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες
<note type="footnote">6 om. τοῦ ξύλου B 7 φάγητε] φάγησθε Α B 8 λέγει]
supplevi ex conjecturn 20 om. μου A D 31 om. ἐνὶ ἀνδρὶ B</note>

<pb n="54"/>
τῷ κυρίῳ ἕν εἰσιν, ἀπό τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται <note type="marginal">AB(C)(D)</note>
πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν·
<note type="marginal">cf. Jn xvii 11, 21</note> Πάτερ γάρ, φησιν, ἅγιε, δὸς ἵνα καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν
οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. ὅταν δὲ καὶ ἀλλήλων
<note type="marginal">Ro xii 5 Eph iv 25</note> μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; <lb n="5"/>
<note type="marginal">Herm Vis xi</note> καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ
πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου
φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν
συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ γραφή;</p></div></div></div></div></body></text></TEI>