<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="2"><head>Καὶ πάλι ὁμιλὶαU+03F2 ά εἰU+03F2 τὰU+03F2 ΠράξειU+03F2 Ἔαει πληρωθῆναι
τὴν γραφὴν ἣν προεῖπε τὸ ἄγιον πνεῦμα
διὰ U+03F2τόματοU+03F2 Δαυεὶδ περὶ Ἰούδα.</head><p>2. Ἐν ᾦ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι
<lb n="15"/> τις ἂν ὅτι οὐ τὸ πυεῦμα τὸ ἄγιον λαλεῖ· σαφῶς γὰρ τοῦ
σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν <note type="marginal">Ps cix (cviii) 1,8</note>
μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα
δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἐξῆς, ἕως· Καὶ τὴν ἐπισκοπὴν
αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν
<lb n="20"/> ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν <note type="marginal">Αct i 16</note>
γραφὴν ἢν προεῖπε τὸ πνεῦμα τὸ ἄγιον διὰ στόματος
Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν
ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἃγιον ἐν τοἲς προφήταις,
καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεός ὁ
<lb n="25"/> λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ·
καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς
ὀ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ
λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ
τὸν λαὸν ἐκεῖνον ἢ τόν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ,
<lb n="30"/> τὸ ἀγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.</p><note type="footnote">4 παράδειγμα] τὰ παραδείγματα AD 6 om. οὐχ A
11 Ru. IV. 457</note></div></div><pb n="52"/><div type="textpart" subtype="chapter" n="8"><head>VIII.</head><div type="textpart" subtype="section" n="1"><head>Περὶ τοῦ μὴ δεῖν τὰ U+03F2ολοικοειδῆ καὶ μὴ U+03F2ώζοντα <note type="marginal">ABD</note>
τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆU+03F2 γραφῆU+03F2
ἐπιχειρεῖν διορθοῦU+03F2θαι, πολὺ τοῖU+03F2 U+03F2υνιέναι δυναμένοιU+03F2
τὸ τῆU+03F2 διανοίαU+03F2 ἀκόλουθον U+03F2ώζοντα. ἐκ τῶν εἰU+03F2
τὸν ὨU+03F2ηὲ ἐξηγητικῶν.</head><lb n="5"/><p>1. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ
τὴν γραφὴν, ὅσα κατά τήν λέξιν, συγχύνει τόν ἐντυγχάνοντα,
ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει
γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώσεως
μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ <lb n="10"/>
δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως
καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τήν λέξιν
περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον
<note type="marginal">Hos xii 4</note> νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν
μου· καὶ πάλιν πληθυντικῶς τὸ ἐξῆς δηλώσας· Ἐν τῷ <lb n="15"/>
οἴκῳ Ὤν εὔρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων·
Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν,
κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον
πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἐνικὸν μεταθείη.
ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν <lb n="20"/>
τῷ οἴκῳ Ὤν εὖρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὗν
ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύσαντας
καὶ δεηθέντας καὶ ἐν τῷ οἴκῳ Ὢν εὑρόντας τὸν
θεόν. ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο
ἀκολούθως εἰρῆσθαι δείξομεν.</p><lb n="25"/></div></div></div></div></body></text></TEI>