<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="5"><p>5. Ἀλλʼ ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας
<lb n="25"/> γραφῆς, ἐπίσκεψαι εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστήσαι,
κατασκευάσας ὅτι περὶ Χριστοῦ καθʼ ἡμᾶς οὐκ ἐν
ἐνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νοούντων.
γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴρηται
δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς, καὶ
<lb n="30"/> ἀπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς
γραφαῖς, ἐφʼ ἅς ἀναπέμπων ἡμᾶς φησίν· Ἐρευνᾶτε τὰς <note type="marginal">Jn v 39</note>
γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν·
<note type="footnote">5 om. λόγος post δὴ AD 10 εί] Ε; BD; ἡ A 11 ἕκα-
στος D</note>

<pb n="46"/>
καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. εἰ τοίνυν <note type="marginal">AB(C)(D)</note>
ἀναπέμπει ἡμᾶς ἐπὶ τὰς γραφάς ὡς μαρτυρούσας περὶ
αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει ἐπὶ τήνδε δὲ οὔ, ἀλλʼ ἐπὶ
πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς
<note type="marginal">Psxl(xxxix)7</note> ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου, λέγων· Ἐν κεφαλίδι <lb n="5"/>
βιβλίου γέγραπται περὶ ἐμοῦ. ὁ γὰρ ὁπλῶς θέλων ἐκλαβεῖν
τὸ ἐν κεφαλίδι βιβλίου ἐπὶ οἵου δήποτε ἑνὸς τῶν
περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγῳ τήνδε
τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ
τις ἐπʼ αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἥμᾶς τὸν <lb n="10"/>
λόγον, λεκτέον πρὸς αὐτὸν ὅτι ἐχρῆν εἰρῆσθαι· ἐν ταύτῃ
τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ. νῦν δέ φησι πάντα μίαν
κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς
<note type="marginal">Ap v 1 ff.</note> ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι
ὑπ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ <lb n="15"/>
κατεσφραγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ
λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς
<note type="marginal">Ap iii 7</note> Ἰούδα, ἡ ῥίζα Δαυεὶδ, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, καὶ
ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει;
ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, <note type="marginal">98</note>
ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχὴν,
ὄπισθεν δὲ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ
πνευματικὴν.</p></div><div type="textpart" subtype="section" n="6"><p>6. Παρατηρητέον πρὸς τούτοις εἰ δύναται ἀποδεικτικὸν
τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα <lb n="25"/>
πολλὰς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον,
ἀφʼ ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς
<note type="marginal">Ps lxix (lxviii) 29</note> γέραπται· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· ἐπὶ δὲ
τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶ γάρ ὁ
<note type="marginal">Dan vii 10</note> Δανιήλ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. τῷ <lb n="30"/>
δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ, λέγων·
<note type="footnote">13 ἑαυτοῦ] αὐτοῦ AD 17 φυλῆς] + τοῦ A 18 καὶ] + ὁ AD
21 om. μὲν B 22 ὄπισθεν] rursus incipit C 26 τὸ] τῶ AB;
ἐμφαίνειν τὸ C</note>

<pb n="47"/>
<note type="marginal">ΑB(c)(D)</note> Εἰ μὲν ἀφῇς τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, <note type="marginal">Ex xxxii 32</note>
ἐξάλειφόν με ἐκ τῆς βίβλου σου ἦς ἔγραψας. ἐγὼ καὶ τὸ
παρὰ τῷ Ἠσαία οὕτως ἐκλαμβάνω οὐ γὰρ ἴδιον τῆς
τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βιβλίου <note type="marginal">Is xxix 11 f.</note>
<lb n="5"/> ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα
ἀναγινωσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε
ὑπὸ τοῦ ἐπισταμένου διά τὸ ἐσφραγίσθαι τὴν βίβλον.
ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης
τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· Οὗτος γὰρ κλείσει <note type="marginal">Is xxii 22; cf. Ap iii 7</note>
<lb n="10"/> καὶ οὐδεὶς ἀνοίξει· καὶ ἐπὰν ἀνοίξῃ οὐκέτι οὐδεὶς ἀπορίαν
δύναται τῇ ἀπʼ αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο
λέγεται ὅτι ἀνοίξει καὶ οὐδεὶς κλείσει. τὸ παραπλήσιον δὲ
καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιήλ ἐκλαμβάνω,
ἐν ᾖ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί. πᾶσα <note type="marginal">Εzek ii 10</note>
<lb n="15"/> γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων οὐαὶ, καὶ τὸ
περὶ τῶν σωζομένων μέλος, καὶ τὸν περὶ τῶν μεταξὺ
θρῆνον. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν <note type="marginal">cf. AP X 10</note>
ᾗ γέγραπται τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, τὴν πᾶσαν
νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς
<lb n="20"/> νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου
τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην.
ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν
μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος, καὶ διὰ τοῦτο ἀθετούντων
τὰ εὐαγγέλια· τὸ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ <note type="marginal">Ro ii 16</note>
<lb n="25"/> εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγγέλια,
ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἄν πλειόνων ὄντων
εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι,
οὐ συνιέντες ὅτι, ὡς εἶς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες,
οὕτως ἔν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον
<lb n="30"/> ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἔν ἐστιν
εὐαγγέλιον.</p><note type="footnote">1 ἀφῆς] ἀφεὶς B 2 ἐξάλειψόν με] κἀμὲ ἐξάλειψον C om.
σου ΑC 3 τῶ ἡσαῖα] ἡσαίου B 8 om. καὶ post ἀλλὰ AC
9 om. καἰ post λόγου AC 24 post εὑαγγέλια desunt multa
folia in C</note></div></div></div></div></body></text></TEI>