Kαὶ ἐν ἄλλοιU+03F2 περὶ τοῦ αὐτοῦ· 9. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε, ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς φυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν Deut viii 2 f. διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος 1 om. γὰρ C 3 γίνεσθαι C 4, 5 τῶν ὄφεων C 5 om. ὡς C 7 οὒς] + αὐτὸς B 13, 14 οἰκονομεῖσθαι B 15 om. δὲ C 16 πρὸς] + τὸν C 22 εἰς] ἐπὶ C 27 ἐπὶ] εἰς C 29 ἐν] + τῶ C ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ ABC τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὂ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τά ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερόν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον Job xl 3 πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος· ἀλλʼ· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρό τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. Kαὶ πάλιν ἐν ἄλλῳ τόπῳ ἐν ταῖc αὐταῖc εἰc τὴν Ἔξοδον cημειώcεcιν· 10. Ἔλεγε δέ τις τῶν καθʼ ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες ὅτι ἡ χρηστότης αὐτῶν καὶ ἡ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. ὥσπερ οὖν τούτων λεγομένων συκοφαντῶν τις δύναται λέγειν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος 119 τοῦ θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. παραμυθήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν ὃ νενόηκεν εἰπεῖν· Ro ii 4 ff. Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ 7 om. ὁ C δέ] γὰρ B 12 οἴη AB om. δέ AC με] + μὴ B 13 om. ἵνα (sec.) C 15 forte leg. ἀναφανεὶς 16 τόμω C 16, 17 om. εἰς τὴν ἕξοδον B 18 δὲ] δὴ A 22 μετὰ] + τοῦ C 27 τῆ σκληρότητι B 29 ὧν νενοηκέναι B ABC(G) τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ος ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὁ αὐτὸς γοῦν ἀπόστολος ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ῥωμαίους φησίν· Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ Ro ix 22 δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὡς τῆς μακροθυμίας τοῦ θεοῦ ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς καὶ οἱονεὶ γεγεννηκυίας. εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρτάνοντας ἀλλʼ ἐλεοῦντα ἐπλεόνασε τῇ χύσει τῆς κακία αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ, ἵνʼ οὕτως εἴπω, αὐτὸς αὐτὰ πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γινομένων οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ὢν ἐλέγχεται, τῆς σκληρότητος καὶ τῆς ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυνάμεων γεγονέναι; ὅμοιον δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον· οὐ γὰρ Jn ix 39 προέθετο ὁ σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλʼ ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν cf. Lc ii 34 πολλῶν παρεγένετο· οὐ προθέμενος ὅτε παρεγίνετο ποιῆσαι πεσεῖν τούτους, ὧν εἰς πτῶσιν ἐλήλυθεν.