5. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος ἵνʼ οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰατρὸς διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπάς ἐμποιῶν καὶ διοιδήσεις καὶ πόνους πλείονας οὗς εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· σπερ ἔθος αὐτοῖς ποιεῖν ἐπὶ λυσσοδήκτων καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις 6, 7 ἀναγεγραμμένων] Ruaeus; ἀναγεγραμμένη ABC 7 κατα] conjeci; καὶ ABC 9 ὀλιγοχρον.] καὶ χρον. AB 11 πορνεύ- ωσιν C 12 μοιχεύωσιν AC 12, 13 ἀφιεμένας AB 14 αὐταῖς AB 15 τὰ] τῶν C 17 τοσοῦτον] τούτοις AB 19 κατα- φρονήσασαι C 28 οὑς] ὧν C ABC 115 πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς ποιὴσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερον οὐκ αἰτιάσεται ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐνεργάσασθαι, ὁ δὲ τις ψέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ Εx vii 3 σκληρυνῶ τὴν καρδίαν Φαραώ. καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις cf. Mt vii 18 ἀγαθότητα τοῦ θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αίγυπτίων, ὅσοι ἔμελλον καταπληττόμενοι τὰ γινόμενα ἀκολουθεῖν τοῖς Ἐβραίοις· Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων Ex xiii 38 συνεξῆλθεν αὐτοῖς· ἀπορρητότερον δὲ καὶ βαθύτερον τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴυ ἕξιν συνέχοντι, ἀλλʼ ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸυ ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονου ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικόν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλʼ ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ τῆς φυχῆς εἰς ᾅδου καταβῆναι. 5 om. τὰ C 5, 8 ἐργάσασθαι C 9 Mέξει C 10 τὸν] τὸ C 15 παραστῆσαι τοῦ θεοῦ B 21 τῶ] τὸ AB 23 ἅγοντι αὐτὸν AC τοῦ] τοῦτο B 27 τῶ] τὸ AB 28 τῶ] τὸ A ἀποβαλὼν B; ἀποβάλλων A 29 ἢ μὴ ἐν τ. π.] ἀπὸ τοσούτου πολέμου C 6. Ἀλλʼ εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, ABC βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγγραμμένα γεγσνέναι μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθευ τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ Ps xxxii (xxxi) 10 τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυεὶδ, τῶν Prov iii 12 ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὅ θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτός ὁ Δαυεὶδ ἐπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς Ps Ixxxix (Ixxxviii) 30 ff. αὐτόν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἴοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν. οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν 116 ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάστιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεός, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν cf. Hos iv 14 οἰκούντων, μηκέτι ἐπισκέφασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν. cf. Ezek xxiv 13 καὶ ἀλλαχοῦ φησίν· Ἀυθʼ ὧν ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἶς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵνʼ οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.