3. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν τμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες ὅτι οὐτε εἰς ἄ ὑπολαμβάνουσι περὶ θεοῦ, οὗτε εἰς ἅ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἶονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. τμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος 114 καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατά τὸ τυχὸν ὑπονοηθέντες ἄν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι. 4. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· σκλήρυνε κύριος Ex x 27 τὴν καρδίαν Φαραώ· ὑπονοοῦμεν. ἰατρός ἐστι φυχῆς ὁ λόγος τοῦ θεοῦ, ὁδοις θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρός τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις· τῶν δὲ τῆς θεραπείας ὀδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ ἐπʼ ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν 1 ἑτέρου B; ἕτερον A 2 χριστῷ] θ C 5 om. ἡ ΑC 11 φύσεως AC 13 om. ἀνάγνωσμα C πειθόμενοι] post hoc habent καὶ πόνον κ.τ.λ.AC; cf. p. 250 l. 15 παρὰ] παρα- δεχόμεθα A 18 om. θεῶ C 25 κύριος] +ὁ θεὸς C ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως ABC γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἦ βράδιον· καὶ μετὰ τὶ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἦ μετὰ τὸ ὤσπερ εἰπεῖν μόνον ἀφασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέροις· Hos iv 14 ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέφομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας ψυχάς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρʼ ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὑτὰ βουλόμεναι καὶ οὐκ ἄυ ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. βράδιον δὲ ἐπὶ τήν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἄν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ ὁ τεχνίτης θεὸς τὰς διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρή καὶ πότε ἑκάστῳ ποιεῖν.