<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="27"><div type="textpart" subtype="section" n="13"><lb n="20"/><p>13. Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ὁ ἥλιος
λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴυ αἰτίαν ἔχειν τοῦ μελανοῦν,
οὐ παρʼ ἑαυτὸν, ἀλλὰ παρὰ τὸν ὡς ἀποδεδώκαμεν μελανούμενον.
οὕτω δὲ μήποτε καὶ σκληρύνει κύριος τὴν
καρδίαν Φαραὼ, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν κατοδυνῶντα <note type="marginal">cf. Ex i 14</note>
<lb n="25"/> τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς,
τῷ πηλᾷ καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις, οὐχὶ
τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ τοῖς ἐν τοῖς πεδίοις. ὑλικὸς
γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κακίας γεγενημένος, καὶ κατὰ
σάρκα κατὰ πάντα ζῶν, πηλῷ φίλος τυγχάνων βούλεται
<lb n="30"/> καὶ τοὺς Ἑβραίους πηλοποιεῖν, τὸ ἡγεμονικὸν ἔχων οὐ
<note type="footnote">1 νῦν ἀναγκ. C 3 πιστευτέον B* κύριος] + ὁ θεὸς C
12 om. ὡς C 14 om. ἀνωτέρω C 19 ἄσμα] τῶν ἀσμάτων C
20 Ru. 111. 51 om. εἰς τὸν τόπον C 27 ὄρεσιν ἢ B
28 ἑαυτοῦ] post hoc desinit G</note>

<pb n="256"/>
καθαρὸν πηλοῦ· ὅπερ, ὡς πηλός ὑπὸ ἡλίου σκληρύνεται, <note type="marginal">ABC</note>
οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ
ἐσκληρύνθη. ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον,
καὶ οὐχ ἱστορίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι,
δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα κατεστέναξαν οἱ υἱοὶ <lb n="5"/>
<note type="marginal">cf. Ex ii 23 f.</note> Ἰσραὴλ, οὔτε ἀπὸ τῆς πλινθείας οὔτε ἀπὸ τοῦ πηλοῦ οὔτε
ἀπὸ τῶν ἀχύρων κατεστέναξαν, ἀλλʼ ἀπὸ τῶν ἔργων· καὶ <note type="marginal">52</note>
ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς θεὸν οὐκ ἀπὸ πηλοῦ, ἀλλὰ πάλιν
ἀπὸ τῶν ἔργων. διὸ καὶ εἰσήκουσεν ὁ θεὸς τῶν στεναγμῶν
αὐτῶν· οὐκ εἰσακούων στεναγμοῦ τῶν οὐκ ἀπὸ ἔργων <lb n="10"/>
βοώντων πρός αὐτὸν, ἀλλʼ ἀπὸ πηλοῦ καὶ τῶν γηΐνων
πράξεων.</p><note type="footnote">2 τὸν] τῶ AC 4 om. τῶ θεράποντι C 9 ὁ θεὸς τῶν
στεναγμῶν] κύριος τὸν στεναγμὸν A</note></div></div></div></div></body></text></TEI>