<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="27"><div type="textpart" subtype="section" n="11"><head>Kαὶ μεοʼ ἔτερα·</head><p>11. Οὕτως τὰ τεράστια γινόμενα τοῖς μὲν δεχομένοις
καὶ πιστεύουσιν, ὥσπερ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς
<note type="footnote">2 κατὰ] διὰ C 4 καὶ δικαιοκρισίας] δικαιοκρισίας A; καὶ
δικαιοσύνης C 10—14 om. καὶ οἱονεὶ—ὀργῆς καὶ B 12 om. τῆς
κακίας C 14 om. καὶ A 16 γενομένων C 18 om. ὤν C
20 δυναμένης C 23 τῶν μετὰ] inc. rursus G 25 ὅτε] ὅτι Α
παρεγένετο G 25, 26 om. πολλῶν—εἰς πτῶσιν C 29 ὥσπερ]
ὡς παρὰ C</note>

<pb n="254"/>
συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δὲ ἀπειθοῦσι σκληρότητα <note type="marginal">ABCG</note>
ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. καὶ ἐκ τοῦ εὐαγγελίου
δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι,
περὶ τοῦ καὶ τὸν σωτῆρα κακῶν σἴτιον δοκεῖν γεγονέναι
<note type="marginal">Lc x 13 ff.</note> τισίν· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν <lb n="5"/>
Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν,
πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ
ὑμῖν. καὶ σὺ, φησὶν, Καπερναούμ· καὶ τὰ ἐξῆς. προγνώστης
γὰρ ὢν ὁ σωτὴρ τῆς ἀπιστίας τῶν ἐν Χοραζὶν καὶ <lb n="10"/>
τῶν ἐν Βηθσαϊδὰ καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον
γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως ἢ ἐκείνοις, διὰ
τί τὰ τεράστια ἐπετέλει ἐν Χοραζὶν καὶ ἐν Βηθσαϊδὰ, ὀρῶν <note type="marginal">120</note>
ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις
καὶ Σιδωνίοις ἢ τούτοις; </p><lb n="15"/></div><div type="textpart" subtype="section" n="12"><head>Kαὶ μεθ᾿ ἕτερα·</head><note type="marginal">Ex iv 22 f.</note><p> 12. Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει κύριος· υἱός
πρωτότοκός μου Ἰσραήλ· εἶπα δέ σοι· ἐξαπόστειλον τὸν
λαόν μου ἵνα μοι λατρεύσῃ· εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι
αὐτὸν, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. <lb n="20"/>
λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι θεοῦ, καὶ
ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι
τὴν καρδίαν Φαραώ· πῶς δίκαιος ὁ σκληρύνας τε τὴν
καρδίαν τοῦ βασιλέως ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ,
καὶ ἀπειλῶν εἰ μὴ ἀπολύσει ἀποκτεῖναι τὸν πρωτότοκον <lb n="25"/>
αὐτοῦ υἱόν; θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν.
εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται καὶ συναχθήσονται
εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατʼ
αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ δημιουργοῦ. ἅπαξ δὲ ἐὰν
<note type="footnote">5, 10, 13 χωραζείν B; χωραζίν C 5 βιθσαϊδά B; βιτσαϊδά A
9 om. καὶ σὺ φ. καπ. C 11, 13 βιθσαϊδὰν B; βιτσαϊδὰ A
11 καφαρναοὺμ B 12 γίνεται] ἔσται B 13 τεράστια ἐπετέ-
λει] σημεῖα ἐπιτελεῖ B 14 om. διὰ ταῦτα G 19 λατρεύσωσιν
CG 20 γοῦν C 25 εἰ μὴ ἀπολύσει] τῶ μὴ παρʼ αὐτὸν τὸ
ABG</note>

<pb n="255"/>
<note type="marginal">ABC(G)</note> συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσουται
ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ
φάσκειν αὐτὸν εἶναι ἀγαθόν. πευστέον οὖν τῶν οἰομένων
νενοηκέναι τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· <note type="marginal">Ex x 27</note>
<lb n="5"/> πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ
διὰ Μωσέως ἐνθονσιῶντος ἢ ψευδῶς. εἰ μὲν γὰρ ψευδῶς,
οὔτε δίκαιος ἔτι κατʼ αὐτοὺς ὁ θεὸς οὔτε ἀληθὴς, καὶ ὅσον
ἐπὶ τούτοις οὐδὲ θεός· εἰ δʼ ἀληθῶς, κατανοείτωσαν εἰ μὴ
ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι <note type="marginal">Ex iv 23</note>
<lb n="10"/> αὐτόν· καὶ ἀλλαχοῦ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί <note type="marginal">Ex x 3</note>
με; τὸ γάρ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσωπητικῶς
λέγεται πρὸς τὸν Φαραὼ, ὡς οὐκ ἐντρεπόμενον οὐ
παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ
τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· Ἵνα <note type="marginal">Ex ix 29 f.</note>
<lb n="15"/> γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου
ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν κύριον· δηλοῖ ὅτι
φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί
τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.</p><p>καὶ πάλιν ἐκ τοῦ δευτέρου τόμου των εἰc τὸ ᾀU+03F2μα.</p></div></div></div></div></body></text></TEI>