2. Εἰ δὲ ταῦτʼ ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν χριστιανοῖς αἱρέσεων; περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό· Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἴνα οἱ δόκιμοι φανεροὶ 1 Cο xi 19 γένωνται ἐν ὑμῖν. ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διά τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητακέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν· καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τά πλείονα ἐγνωκέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος λόγῳ· οὕτως εἴποιμʼ ἄν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς 12 τοῦτο U+05D0*Β* 16 εἰς τὰς πρὸς ἀλ.ABC 19 στοχ.τις ἄν U+05D 22 βίβλων AB 27 om. ἐν ὑμῖν S 30 om. τὰ U+05D0 ἰουδαῖσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χριστιανὸν U+05D0ABC γενέσθαι. ὁ δʼ ἐγκαλῶν τῷ λόγῳ διά τὰς αἱρέσεις ἐγκαλέσαι ἄν καὶ τῇ Σωκράτους διδασκαλίᾳ, ἀφʼ οὐ τῆς διατριβῆς πολλαὶ γεγόνασιν οὐ τὰ αὐτὰ φρονούντων σχολαί· ἀλλὰ καὶ τοῖς Πλάτωνος ἐγκαλέσαι ἄν τις δόγμασι δἰ Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιήχητο περὶ τῶν καλουμένων Ὀφιανῶν, καὶ τῶν Καιανῶν, καὶ εἴ τις ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ συνέστη γνώμη. πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον εἶναι τὸν χριστιανῶν λόγον. 3. Ἔστωσαν γὰρ ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ 624 Ἰουδαίων θεῷ θεόν· ἀλλʼ οὔ τί γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἶς καὶ ὁ cf. Ro iii 29 αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἀουδαίων προσελθόντα χριστιανισμῷ· 2 Tim i 3 Χάριν ἔχω τῷ θεῷ μου, ᾦ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους οἶμαι δʼ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου· καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σωζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Τπικουρείοις· ἀλλʼ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἄν ἀληθῶς, οὗτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μή ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἄν χριστιανοί.