8. Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἔξῆς αὐτοῦ λέξιν, τοῦ 735 Κέλσου δηλονότι, οὗτως ἔχουσαν. ‘ Ἔστιν αὐτοῖς καὶ τοιόνδε παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τήν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερονδʼ αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται Plat Cri 49 B Σωκράτης Κρίτωνι διαλεγόμενος τάδε. Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδ᾿ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται· ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ φαίνεται.᾿ καὶ τὰ ἐξῆς. πρός τοῦτο δὴ, καὶ πρὸς πάντα 736 ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέφαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρʼ Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον· Εἱ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν ἑλληνικῶν σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωσῇ ἠ τινι τῶν προφητῶν, χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν ʼΙησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον παρὰ Ἰουδαίοις ἢ παρὰ χριστιανοῖς, ἐκ τοῦ καὶ παρʼ Ἕλλησιν αὐτὰ εἰρῆσθαι· καὶ μάλιστα ἐὰν ἀποδεικνύηται τὰ Ἰουδαίων πρεσβύτερα τῶν ἑλληνικῶν. οὐδὲ πάλιν ὑπὸ τοῦ κάλλους τῆς ἑλληνικῆς φράσεως λεγόμενον τὸ αὐτὸ πάντως κρεῖττον εἶναι νομιστέον τοῦ εὐτελέστερον ἀπαγγελλομένου καὶ 8 C. Cels. vii. 58 ταῦτα]+ δὲ U+05D0 8, 9 om. τοῦ κέλσου δηλονότι U+05D0 16 ἐπειδή] ἐπεὶ δὲ U+05D0 17 καὶ τὰ ἐξῆς] om. U+05D0 qui plura Platonis verba laudat 22 ἑλληνικῶν] ἐλλήνων U+05D0 23 om. ἐν U+05D0 U+05D0ABC ἁπλουστέραις λέξεσι παρὰ Ἰουδαίοις ἡ χριστιανοῖς· καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ἦ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατʼ ἐκείνους ἀναγέγραπται. 9. Εἰ δὲ χρή καὶ τήν τῶν δογμάτων ταυτότητα, κἂν παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην παρὰ τοῖς Ἰουδαίων προφήταις ἢ τοῖς λογίοις χριστιανῶν· οὗτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς τροφάς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν, τοῦτο δὲ οὕτω μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν, ἀλλʼ οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι· οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλʼ ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιᾶσδε σκευασίας τοὺς νομιζομένους καθαριωτέρους μόνους ὑγιάζεσθαι, οὐδενὸς τῶν πολλῶν προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς τοιᾶδε τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν· τίνας μᾶλλον τοῦ κοινωνικοῦ ἕνεκεν ἀποδεξόμεθα τῶν ὑγιεινῶν βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις χρησίμως αὐτὰ σκευάζοντας, ἢ τοὺς τοῖς πλήθεσι; τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ 737 τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέστερον εἶναι ἰτρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον, ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον.