4. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ θεῖος λόγος· οὐκ οὔ. 630 ταρκες ἐἶναι τὸ λεγόμενον, κἂν καθʼ αὑτὸ ἀληθὲς καὶ πιστικώτατον ἦ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μή καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἐξηκόστῷ Ps lxviii (lxvii)12 καὶ ἑβδόμῳ φαλμῷ, ὅτι Κύριος δόσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ἵνʼ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλʼ οὔτι γε καὶ τὰ αὐτά δύναται πρὸς τό ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται, ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν, μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες ὡς ὁ λόγος ἐβούλετο κατʼ ἀξίαν ἕκαστον τῶν ἀκουόντων ιἳ καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχήν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο. 5. Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις. καὶ δή καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν, καὶ φασκέτω μηδαμῶς εἶναι ῥητόν τὰ 631 πρῶτον ἀγαθοῦ, ἀλλʼ ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, 1 C. Cels. i. 2 (Ru. 1. 320] ἔστι γὰρ] λεκτέον δʼ ἔτι πρὸς τοῦτο, ὅτι ἐστί 2 ἦν] ταύτην δὲ τὴν θειοτέραν U+05D0 7 ἐκ τοῦ ἴχνη δὲ] U+05D0α; ἐκ τοῦ δὲ ἴχνη U+05D0*; ἐκ τοῦδε· ἴχνη AC; ἐκ τοῦ ἴνη BE 9 C. Cels. vi. 2 (Rn. 1. 630) ἔτι δὲ καὶ τοῦτό φησιν] φησὶ δʼ U+05D0 14 om. προφήτης ABC* 22 om. οἴ ABC 25 δηλούτωσαν ABC U+05D0ABC καὶ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν Plat Ep vii 341 C, D 727 τῇ φυχῇ. ὦν καὶ ἡμεῖς ἀκούσαντες (οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων, κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς, 631 μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα) συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις· ὁ θεὸς γὰρ αὐτοῖς ταῦτα, καὶ ὅσα cf. Ro i 19 καλῶς λέλεκται, ἐφανέρωσε. διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας, καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντας, φαμὲν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος, ὅτι Ἀποκαλύπτεται Rο i 18 ff. ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεός γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γάρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἢ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸυ θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ηὺχαρίστησαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἤμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι Ῥητὸν οὐδαμῶς ἐστὶ τό πρῶτον ἀγαθὸν, Plat Ep ibid καὶ λέγοντες ὡς Ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν, ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ φυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.