20. Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου 691 λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγώ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων, καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν. XVI. Περὶ τῶν Διαβαλλόντων τόν ΧΡΙϹΤιΑΝΙϹὸΝ ΔΙὰ ΤὰϹ ἐΝ τῇ ἐκκληίᾳ αἱρέϲειϲ τόμου Γ΄ κατὰ Κέλϲου. 1. Εἷτ᾿ ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν 454 χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· ‘Εὶς πλῆθος δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται, καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι.’ φησὶ δʼ ἔςι ‘Καὶ ὑπὸ πλήθους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνός, ὡς εἰπεῖν, ἔτι κοινωνοῦντες, εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ δʼ ἄλλοι ἀλλαχῆ τετάχαται.’ καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὖ μὴ σπουδαία ἐστὶν ἠ ἀρχὴ καὶ τῷ βιῷ χρήσιμος, γιγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρά μὲυ Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες· ἐγώ δʼ οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ. πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτίθεται, 4 C. Cels. vi. 77; cf. supra p. 84 l. 14 n. 11 C. Cels. iii. 12 13 om. αὖ ABC 17 αἰσχυνόμενοι ABC 25 om. γε U+05D0 U+05D0ΑBC καὶ πειρᾶται διδάσκειν τὰ ὀφέλιμα ἡμῶν τῷ γένει· πολλὴν δʼ ἔχει τὰ ζητούμενα πράγματα διολκήν· διὰ τοῦτο αἱρέσεις ἐν φιλοσοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ μέν εἰσι διασημότεραι, αἱ δὲ οὐ τοιαῦται. ἀλλὰ καὶ ἰουδαῖσμὸς πρόφασιν ἔσχε γενέσεως αἱρέσεων τὴν διάφορον ἐκδοχὴν τῶν Μωσέως γραμμάτων καὶ τῶν προφητικῶν λόγων. οὗτω τοίνυν, ἐπεὶ σεμνόν τι ἐφάνη τοῖς ἀνθρώποις χριστιανισμὸς, οὐ μόνοις, ὡς ὁ Κέλσος οἴεται, τοῖς ἀνδραποδωδεστέροις, ἀλλὰ καὶ πολλοῖς τῶν παρʼ Ἕλλησι φιλολόγων, ἀναγκαίως ὑπέστησαν οὐ πάντως διὰ τὰς στάσεις καὶ τὸ φιλόνεικον αἱρέσεις, ἀλλὰ διὰ τὸ σπουδάζειν συνιέναι 455 τὰ χριστιανισμοῦ καὶ τῶν φιλολόγων πλείονας. τούτῳ δʼ ήκολούθησε, διαφόρως ἐκδεξαμένων τοὺς ἄμα πᾶσι πιστευθέντας εἶναι θείους λόγους, τὸ γενέσθαι αἱρέσεις ἐπωνύμους τῶν θαυμασάντων μὲν τὴν τοῦ λόγου ἀρχὴν, κινηθέντων δʼ ὅπως ποτʼ οὖν ὑπό τινων πιθανοτήτων πρὸς τὰς εἰς ἀλλήλους διαφωνίας. ἀλλʼ οὔτʼ ἰατρικὴν εὐλόγως ἄν τις φεύγοι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις· οὔτε φιλοσοφίαν τοῦ πρέποντος ἄν τις στοχαζόμενος μισοῖ, πρόφασιν τοῦ μισεῖν αὐτὴν ποριζόμενος τὰς πολλὰς αἱρέσεις. οὕτως οὐδὲ διὰ τάς ἐν Ἰουδαίοις αἱρέσεις καταγνωστέον τῶν Μωσέως καὶ τῶν προφητῶν ἱερῶν βιβλίων.