<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="16"><note type="marginal">378</note><p> 16. Ἔοικεν δὲ ὁ Κέλσος, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ,
<lb n="5"/> πιστεύειν ὅπου θέλει τοῖς γεγραμμένοις· ἵνα δὲ τὴν ἐμφαινομένην
θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην
μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέον τὸ
φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων
ἀναγραφῆς πιστεῦσοι καὶ περὶ τῶν θειοτέρων.</p></div><div type="textpart" subtype="section" n="17"><note type="marginal">401</note><p> 17. Εἰ γὰρ μὴ ἦσαν φιλαλήθεις ἀλλʼ, ὡς οἴεται Κέλσος,
πλάσματα ἀναγράφοντες, οὐκ ἂν Πέτρον ἀνέγραψον
ἀρνησάμενον ἢ τοὺς μαθητὰς Ἰησοῦ σκανδαλιζομένους.
τίς γὰρ, εἰ καὶ γέγονε τοιαῦτα, ἤλεγξε τὸν λόγον, ὅτι οὕτως
ἀπήντησε; καί τοί γε κατὰ τὸ εἰκὸς ἐχρῆν σεσιωπῆσθαι
<lb n="15"/> ταῦτα ἀνθρώποις βουλομένοις διδάσκειν τοὺς ἐντυγχάνοντας
τοῖς εὐαγγελίοις θανάτου καταφρονεῖν ὑπὲρ τῆς ὁμολογίας
τοῦ χριστιανισμοῦ. νυνὶ δʼ ὁρῶντες ὅτι ὁ λόγος δυνάμει
κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδʼ
ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν
<lb n="20"/> δώσουτα ἀρνήσεως.</p></div></div></div></div></body></text></TEI>