<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="14"><p>14. Πάλιν τε α ὁ λέγων· ‘ Ἐπειθὴ θεῖον πνεῦμα ἦν
ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν,
ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθώ.'
<lb n="25"/> πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ
τοῖς ὁρῶσι δυνατὸν, καὶ διὰ τοῦτο χρήσιμον, τοιοῦτο φαινόμενον
ὁποῖου ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν
τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἂ βούλεται
ὁ δημιουργὸς ὕλην μεταβλητὴν, καὶ πάσης ποιότητος
<lb n="30"/> ἢν ὁ τεχνίτης βούλεται δεκτικήν, ὁτὲ μὲν ἔχειν ποιότητα
καθʼ ἢν λέγεται τό· Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ὁτὲ δὲ
<note type="footnote">4 τὸ] τὰ ABC 4, 5 παραδέχηται 7 μέγα τῆ κατασκευή
ἐστὶ τὸ ABC 8 om. τὸ ABC 9 προπεφητεῦσθαι ΑBC* 11 om.
ίησοῦν U+05D0 14 om.ἦν ABC 15 εἷπεν ABC om. τὸ 17 εὐαγγέ-
λιον ΑBC 19 παραδέχεσθαι] παραδέξασθαι B; rasura sub -χε- in U+05D0</note>

<pb n="82"/>
οὗτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς ἐπὶ <note type="marginal">U+05D0ΑBC</note>
<note type="marginal">cf. Mt xvii 6</note> πρόσωπον πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους
συνανελθόντας τῷ Ἰησοῦ τρεῖς ἀποστόλους. ἀλλʼ ἐρεῖ
ταῦτʼ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ
τά λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων.</p><lb n="5"/></div><div type="textpart" subtype="section" n="15"><p>15. Πρὸς τοῦτο δὲ λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, <note type="marginal">358</note>
κἂν ἀληθής ᾖ βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην, καὶ
καταληπτικήν ἐμποιῆσαι περὶ αὐτῆς φαντασίαν, τῶν σφόδρα
ἐστὶ χαλεπωτάτων, καὶ ἐν ἐνίοις ἀδύνατον. φέρε
γάρ τινα λέγειν μή γεγονέναι τὸν Tιακὸν πόλεμον, μάλιστα <lb n="10"/>
διὰ τὸ ἀδύνατον προσπεπλέχθαι λόγον περὶ τοῦ
γεγενῆσθαί τινα Ἀχιλλέα θαλασσίας θεᾶς Θέτιδος υἱὸν καὶ
ἀνθρώπου Πηλέως, ἢ Σαρπηδόνα Διὸς, Ἀσκάλαφον καὶ
Ἰάλμενον Ἄρεος, ἢ Αἰνείαν Ἀφροδίτης· πῶς ἄν κατασκευάσαιμεν
τὸ τοιοῦτον, μάλιστα θλιβόμενοι ὑπὸ τοῦ οὐκ οἶδʼ <lb n="15"/>
ὅπως παρυφανθέντος πλάσματος τῇ κεκρατηκυίᾳ παρὰ πᾶσι
δόξῃ περὶ τοῦ ἀληθῶς γεγονέναι τὸν ἐν Ἰλίῳ πόλεμον Ἑλλἠνων
καὶ Τρώων; φέρε δὲ καί τινα ἀπιστεῖν περὶ Οἰδίποδος
καὶ Ἰοκάστης καὶ τῶν γεννηθέντων ἀπὸ ἀμφοτέρων
Ἐτεοκλέους καὶ Πολυνείκους, διὰ τὸ προσπεπλέχθαι τῷ <lb n="20"/>
λόγῳ τὴν Σφίγγα μιοπάρθενόν τινα· πῶς ἂν τὸ τοιοῦτον
ἀποδείξαιμεν; ἀλλʼ ὁ εὐγνωμόνως ἐντυγχάνων ταῖς ἱστορίαις
καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπάτητον
κρινεῖ, τίσι μὲν συγκαταθήσεται, τίνα δὲ τροπολογήσει,
τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τά τοιάδε· <lb n="25"/>
καὶ τίσιν ἀπιστήσει, ὡς διὰ τὴν πρός τινας χάριν ἀναγεγραμμένοις.
καὶ τοῦτο προλαβόυτες δἰ ὅλην τὴν φερομένην
ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμςν,
οὐκ ἐπὶ φιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεστέρους ἐκκαλούμενοι,
ἀλλὰ βουλόμενοι παραστήσαι ὅτι εὐγνωμοσύνης <lb n="30"/>
<note type="footnote">5 παραδόξων] + πρὸς τόδε διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπε-
λογησάμεθα. ἔχει δέ τι καὶ, κ.τ.λ. U+05D0, ut infra p. 83 l. 21 6 λεκτέον
φτι κ.σ.λ.] cf. C. Cels. i. 42 σχεδὸν] + τὸ ABC 8 ποιῆσαι
9 om. ἐν 12 om. θέτιδος U+05D0 18 πόλεμον post τρώων ABC
om. καὶ (sec.) 25 τοιαδί ABC</note>

<pb n="83"/>
<note type="marginal">U+05D0ABC</note> χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετάσεως καὶ,
ἵνʼ οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων,
ἵνʼ εὑρεθῇ ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται.</p></div></div></div></div></body></text></TEI>