<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="12"><head>Καὶ ἐ τῶ ς΄ πάλ τόμῳ, πρὸc τὸν λυcειλὲc τo
cῶμα το κυριου λέγοντα Κέλcον οὓτωU+03F2.</head><note type="marginal">688</note><p>12. Ἐξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι·
<lb n="25"/> ‘ Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν
αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ
<note type="marginal">689</note>ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ
<note type="footnote">5, 6 πολὺν τοῦ αὐτόθεν ἐμφ.βαθύτερον 6 ἑαυτοὺς] αὐτοὺς U+05D0
7 φανερούμενον καὶ] BC: καὶ A; om.  8 ἀναλογίαν] ἀνάλογον
U+05D0 10 ὥς φησι κέλσος] ὥς φησιν ὁ κέλσος AC; ὁ ὥς φησιν ὁ κέλσος
B 11 om. ὁ ἰησοῦς ABC 20 ὁ κέλσος λέγων Α ΑΒC
24 C. Cels. vi. 75 om. δὲ U+05D0 ὁ κέλσος δηλονότι] ὅτι U+05D0
26 αὐτὸ] αὐτὸν om. ἦ ante κατὰ 27 ὅτῳ] ὦ τὸ ABC</note>

<pb n="80"/>
θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· <note type="marginal">U+05D0ABC</note>
τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλʼ, ὥς φασι, μικρὸν καὶ
δυσειδὲς καὶ ἀγεννὲς ἦν.᾿ φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι,
ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν
δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ <lb n="5"/>
ἀπʼ αὐτῶν · ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ
ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις,
ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν
γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ
σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές· οὐδὲ σαφῶς <lb n="10"/>
δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ
Ἠσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα
τοῖς πολλοῖς οὐκ ἐν ὡαίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει·
<note type="marginal">Ιs liii I ff.</note> Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων
κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς <lb n="15"/>
παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ
<del>οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος</del> οὐδὲ
κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς
υἱοὺς τῶν ἀνθρώπων. ἄρʼ οὖν τούτων μὲν Κέλσος ἤκουεν,
ἐπεὶ ὤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν <lb n="20"/>
Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ
τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον
<note type="marginal">Ρs xlv (xliv) 4 f.</note> λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου,
δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον <note type="marginal">690</note>
καὶ κατευοδοῦ καὶ βασίλευε.</p></div><div type="textpart" subtype="section" n="13"><p>13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν,
ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων
αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί
<note type="marginal">cf. Mt xvii 1 f.</note>φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ
ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ <lb n="30"/>
<note type="footnote">2 τοῦτο δὲ] τὸ δέ γε ΑBC 5 δοκούσαις αὐτῶ] αὐτὸ δοκούσαις
Α; αὐτῶ δοκούσαις BC 6 om. τις ABC 11 om. τῶ ABC
16 πεδίον U+05D0 17 οὐδέ δόξα- εἴχεν εἴδος] om. U+05D0ABC ; sed cl. infra
p.81 l. 3 18 ἄτιμον] +καὶ ABC 19 ἤκουσεν ABC 22 om.
τῶ ὑπὲρ τοῦ ἀγαπητοῦ U+05D0 24 ἔντειναι U+05D0 29 om. τὸ</note>

<pb n="81"/>
<note type="marginal">U+05D0ABC</note> ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ <note type="marginal">Lc ix 30 f.</note>
ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ;
ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ <note type="marginal">Ιs liii 2</note>
εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται
<lb n="5"/> τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι,
τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ
οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον
εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν
τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους
<lb n="10"/> αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι
λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν
Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν
εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ
τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν
<lb n="15"/> ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι
ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ
οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων
ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς
προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον
<lb n="20"/> περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας
προβαίνειν.</p></div></div></div></div></body></text></TEI>