2. Ἐπιστησάτω δʼ ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἦ θεολογούμινον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν 3. δὲ] δὴ Α; οἷν C 7 ἐξουσίαν] ἐξουσίας B 17 δόξομεν] δόξωμεν AD 23 τεταγμένως καὶ] τεταγμένον B; om. καὶ BC ΑBC λογικοῦ τόπον τρανουμένων, ὅν δεῖ τρόπον παρίστασθαι. τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις; ἔστι δὲ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτομεν, μὴ καθαίροντες τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας καὶ καταχρήσεις καὶ κυριολεξίας καὶ διαστολάς· οἶον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὀμὡνυμον τῆς κόσμου προσηγορίας φωνὴν, ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ δημιουργοῦ οἱ μὴ καθάραντες ἐπὶ τίνων κεῖται τό· Ὁ κόσμος ἐν τῷ 1 Jn v 19 πονηρῷ κεῖται· ὅτι ἀντὶ τῶν περιγείων καὶ τῶν ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. οἰηθέντες γὰρ κόσμον κατʼ αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι, πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. εἶτα ἐὼν προσαγάγωμεν αὐτοὺς ἐκ τοῦ. Οὗτός ἐστιν ὁ ἀμνὸς Jn i 29 τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τάς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις· εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς, διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας. πάλιν τε αὖ ἐὰν λέγηται· Θεὸς ἢν ἐν Χριστῷ κόσμον καταλλάσσων 2 Co v 19 ἑαυτῷ· οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατʼ αὐτοὺς γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. καὶ παρὰ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν, καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν καὶ ἄλλων δὲ μυρίων, παραδείγματα ἔστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν. ταῦτα δὲ παρεξέβημεν, ἴνα δείξωμεν ὅτι καὶ καθʼ ἡμᾶς τοὺς θέλοντας μὴ 10 om. τῶν post καὶ AC 17 προσαγάγωμεν] προσάγωμεν AC 27 αὐτοὺς] αὐτοῦ AC σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας ABC γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων γεγονέναι εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. XV. Πρὸϲ τοὺϲ Ἑλλήνων φιλοϲόφουϲ τὸ εὐτελέϲ τῆϲ τῶν θείων γραφῶν φράϲεωϲ διαϲύρονταϲ, καὶ τὰ ἐν χριϲτιανιϲμῷ καλ βέλτιον παρ᾿ Ἕλληϲιν εἰρῆϲθαι φάϲκονταϲ, καὶ προϲέτι δυϲειδὲϲ τὸ τοῦ κυρίου ϲῶμα λέγονταϲ· καὶ τίϲ ὁ λόυοϲ τῶν διαφόρων τοῦ λόγου μορφῶν. ἐκ τῶν κατὰ Κέλϲου, τοῦ κατὰ χριϲτιανῶν γράψαντοϲ, τόμου ς΄ καὶ z΄. 1. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου U+05D0ABC κατὰ χριστιανῶν κατηγορίας χρήξομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπʼ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων ‘βέλτιον αὐτὰ παρʼ Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.᾿ φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν, καὶ προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιανθρωπίαν πάνθʼ ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δʼ αὖ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἶός τέ τις γένηται 6 C. Cels. vi. 1 (Ru. 1. 629) 14 om. κατὰ ABC 20 ἐπαγ γελίας U+05D0 21 om. τὰ U+05D0 24 δʼ οὖ] τʼ αὖ ABC 25 ἤμερον] ἡμέτερον ABC U+05D0ABC ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μή οἴοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνον ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν· οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον.