<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="4"><p>4. Σὺ οὖν, κύριε υἱὲ, προηγουμένως πρόσεχε τῇ τῶν
<note type="footnote">5 ἐντραφῆναι] ἐγγραφῆναι ΑC</note>

<pb n="67"/>
<note type="marginal">ABC</note> θείων γραφῶν ἀναγνώ σει· ἀλλὰ πρόσεχε. πολλῆς γὰρ
προσοχῆς ἀναγινόσκοντες τὰ θεῖα δεόμεθα· ἵνα μὴ προπετέστερον
εἶπωμέν τινα ἢ νοήσωμεν περὶ αὐτῶν. καὶ
προσέχων τῇ τῶν θείων ἀναγνώσει μετὰ πιστῆς καὶ θεῷ
<lb n="5"/> ἀρεσκούσης προλήψεως, κροῦε τὰ κεκλεισμένα αὐτῆς καὶ
ἀνοιγήσεταί σοι ὑπὸ τοῦ θυρωροῦ, περὶ οὗ εἶςεν ὁ Ἰησοῦς·
Τούτῳ ὁ θυρωρὸς ἀνοίγει. καὶ προσέχων τῇ θείᾳ ἀναγνώσει <note type="marginal">Jn x 3</note>
ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς
τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων.
<lb n="10"/> μὴ ἀρκοῦ δὲ τῷ κρούειν καὶ ζητεῖν· ἀναγκαιοτάτη γὰρ καὶ
ἠ περὶ τοῦ νοεῖν τὰ θεῖα εὐχή· ἐφʼ ἢν προτρέπων ὁ σωτὴρ
οὐ μόνον εἶπε τό· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· καὶ τό· <note type="marginal">Μt vii 7; Lc xi 9</note>
Ζητεῖτε καὶ εὑρήσετε· ἀλλὰ καὶ τό· Αἰτεῖτε καὶ δοθήσεται
ὑμῖν. ταῦτα ἀπὸ τῆς πρός σε ἐμοῦ πατρικῆς ἀγάπης
<lb n="15"/> τετόλμηται εἰ δʼ εὗ ἔχει τὰ τετολμημένα ἢ μὴ, θεός ἄν
εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὀ μετέχων πνεύματος θεοῦ
καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν
μετοχὴν, ἴνα λέγῃς οὐ μόνον τό. Μέτοχοι τοῦ χριστοῦ γεγόναμεν, <note type="marginal">He iii 14</note>
ἀλλὰ καί Μέτοχοι τοῦ θεοῦ γεγόναμεν.</p></div></div><div type="textpart" subtype="chapter" n="14"><head>XIV.</head><div type="textpart" subtype="section" n="1"><lb n="20"/><head>Ὅτι τοῖc θέλουU+03F2ι μὴ cφάλλεcθαι περὶ τὴν άλήθειαν
ἐν τῷ νοεῖν τὰc θείαc γραφάc ἀναγκαιότατ ἐcτι τὰ
ἂρμόζοντα εἰc τὴν χρῆU+03F2ιν εἰλέναι λογικὰ, ὧν ἀνευ
ριβειαU+03F2 U+03F2ημαινομένων οὐ λύνατα ὅ λεἴ τρόπον
παρίcταcθαι. γ΄ τόμο τῶν εἱc τὴν γένεU+03F2ιν.</head><lb n="25"/><p>1. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς <note type="marginal">Gen i 16 ff.</note>
μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας,
καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ
<note type="footnote">24 ἐμοῦ] μου AC 18 λέγης] λέγοις AC 20 Ru. II. 22
23 ἀκριβείας] ἀκμίβεια AC</note>

<pb n="68"/>
τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεός ἐν τῷ στερεώματι <note type="marginal">ABC</note>
τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς
ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό.
εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό·
εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν <lb n="5"/>
τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε,
ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ
καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἶς ἐμέλησε τῆς τῶν
σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν
προσηγοριῶν καὶ κατηγορημάτων, προύφίστασθαι τὰ <lb n="10"/>
τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι κατηγορήματα
παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχουσαν
κατηγόρημά φασιν, οἶον τὴν φρόνησιν, κατηγόρημα δὲ
εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην,
κατηγόρημα δὲ τὸ σωφρονεῖν. καὶ προῦφίστασθαί φασι τὴν <lb n="15"/>
φρόνησιν, εἶτʼ ἐπιγίνεσθαι κατηγόρημα ἀπὸ φρονήσεως τὸ
φρονεῖν. ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα
ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς
φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας,
τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν <lb n="20"/>
τῷ στερεώματι τοῦ οὐρανοῦ οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας
καὶ τῆς νυκτὸς, ἀλλʼ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς
νυκτός. τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ
κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας,
εἶτ᾿ ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε <lb n="25"/>
τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται οὑτως ἔχον, <note type="marginal">23</note>
καὶ μάλιστα ἐπεὶ καὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμούμενος
Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν
καὶ τό κατηγόρημα.</p></div></div></div></div></body></text></TEI>