<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="2"><p>2. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα
<lb n="15"/> κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ
παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης
καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής· καὶ
πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι
ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων,
<lb n="20"/> οἶον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν
τῶν ἀγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν,
ἂς οὐ νοοῦμεν· ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν <note type="marginal">cf. Mt ix 29</note>
ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὗσα <note type="marginal">cf. 2 Τi iii 16</note>
ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ
<lb n="25"/> τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὐκ
εἰσιν ὀφέλιμοι, ὢς ὑπολαμβάνοι ἄν ὀ ἄπιστος· ἦ, ὡς πιστὸς,
παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι ὠφέλιμοί εἰσιν.
ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις
γίνεται ἡ ὠφέλεια, οἶον πολλάκις τροφήν τινα διατασσόμεθα
<lb n="30"/> ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν
αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλʼ ἠμέρας
διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς
<note type="footnote">11 δυνάμεις τῶν ἐν ἡμῖν] τῶν ἐν ἡμῖν δυνάμεων AC 15 om. τὸ
AC 27 θεόπνευστοι ὠφέλιμοί] ώφέλιμοι θεόπνευστοί AC</note>

<pb n="64"/>
τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, <note type="marginal">ABC</note>
ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπʼ ἄλλων
τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν
ἰδεῖν. οὗτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι
ὠφελεῖταί σου ή ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ <lb n="5"/>
τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς
ἀναγνώσεως. τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται, καὶ τὰ μὲν κρείττονα
τρέφεται τὰ δὲ χείρονα καταργεῖται.</p></div></div><div type="textpart" subtype="chapter" n="13"><head>XIII.</head><div type="textpart" subtype="section" n="1"><head>Πότε καὶ τίcι τὰ άπὸ φιλοcοφίαc μαθήματα χρήcιμα
εἰc τὴν τῶν ἰερῶν γραφῶ λιήγηcιν, μετὰ <lb n="10"/>
γραφικῆU+03F2 μαρτυρίαc.</head><p>1. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδεσιμώτατε
υἱὲ γρηγόριε, παρὰ Ὠριγένους. ἡ εἰς σύνεσιν.
ὡς οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλαβοῦσα,
ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἴνʼ οὕτως ὀνομάσω, <lb n="15"/>
τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται οὖν
ή εὐφυΐα σου Ῥωμαίων σε νομικὸν ποιῆσαι τέλειον, καὶ
Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομένων ἐλλογίμων
αἱρέσεων. ἀλλʼ ἐγὼ τῇ πᾶσῃ τῆς εὐφυΐας δυνάμει σου
ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι· <lb n="20"/>
σμόν, ποιητικῶς δέ. διὰ τοῦτʼ ἄν ηὐξάμην παραλαβεῖν σε
καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνάμενα
γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ
τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς
τὴν τῶν ἱερῶν γραφῶν διήγησιν ἵνʼ, ὅπερ φασὶ φιλοσόφων <lb n="25"/>
παῖδες περὶ γεωμετρίας καὶ μουσικῆς, γραμματικῆς τε
καὶ ῥητορικῆς καὶ ἀστρονομίας, ὡς συνερίθων φιλοσοφίᾳ,
<note type="footnote">9 Ru. I. 30 16 ἀσκεῖν] ἀρκεῖν B 17 ῥωμαίων] AB*C
ῥωμαῖον Bcorr. pri man E ποιῆσαι] ποιεῖν AC</note>

<pb n="65"/>
<note type="marginal">ABC</note> τοῦθʼ ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας πρὸς
χριστιανισμόν.</p></div></div></div></div></body></text></TEI>