<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="section" n="2"><lb n="10"/><p> 2. Ἡμεῖς οὖν, οἱ εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος,
μηδέποτε φεύγωμεν νεμηθῆναι καὶ τὰ αὐτόθεν ὅσον
ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν γραφῶν, καὶ διὰ τήν ἀπέμφασιν
τῆς λέξεως πατούμενα ὑπό τῶν μὴ δυναμένων μηδὲ
θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. ἀλλὰ κἂν ἢ τι ὕδωρ ὑπὸ
<lb n="15"/> τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ
λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπόμεθα,
διʼ ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν, πίνειν καὶ τὸ
ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς,
ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν
<lb n="20"/> νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὼ πρόβατά μου <note type="marginal">Ex xxxiv 19</note>
τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον
ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ἀλλὰ καὶ
μηδεπώποτε νομὴν προφητικὴν τμεῖς πατήσωμεν, μηδὲ
ὕδωρ νομικόν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ
<lb n="25"/> τὴν εὐαγγελικὴν νομὴν καὶ τὸ ἀποστολικὸν ὕδωρ, στε τῶν
εὐαγγελικῶν τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι
ομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν, ἢ τινα
μὲν ἐγκρίνειν τινὰ δὲ ἀποκρίνειν· ἡμεῖς καὶ τὰ ὅλα εὐαγγέλια
νεμηθῶμεν καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα
<lb n="30"/> τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσου ἐφʼ ἡμῖν καθεστηκὸς
ὕδωρ, αὑτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ
ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων
ταράξωμεν.</p></div></div><div type="textpart" subtype="chapter" n="12"><pb n="62"/><head>XII.</head><div type="textpart" subtype="section" n="1"><head>Πρὸc το μὴ ἐκκακεῖν ἐν τῆ ἀναγνώU+03F2ει τῆc θείαc <note type="marginal">ABC</note>
γραφῆU+03F2 τὸν μὴ cυνιέντα τὸ cκοτεινόν τῶν ἐν αὐτῇ
αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆU+03F2 κ΄ ὁμιλίαU+03F2 τῆc
εἰc τὸν Ἰηcοῦκ τὸν ναυῆ.</head><p>1. μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων  <lb n="5"/>
ῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ
μςριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἶῳ τε γενομένῳ
ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τήν
ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων
τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους <lb n="10"/>
λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον,
βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν
ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ
τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμάτων,
λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι <lb n="15"/>
φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπαδόμενος λαμβάνει τι ἐκ τῆς
ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς
βλάβην εἴτε εἰς ἴασιν σώματος ψυχῆς ἑαυτοῦ· οὗτω μοι
νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν
ταῖς θείαις γραφαῖς ὀνομάτων. εἰσὶ γάρ τινες δυνάμεις ἐν <lb n="20"/>
ἡμῖν, ὦν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν
τρέφονται συγγενεῖς οὗσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων
ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν
ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ
ἔστι τινὰ ἐν ἠμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὄ <lb n="25"/>
<note type="marginal">Ps ciii (cii) 1</note> εἰπὼν φαλμός· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα
τὰ ἐντός μου τὸ ὄνομα τὸ ἄγιον αὐτοῦ. ἔστιν οὖν πλῆθός
τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ
σώματα· αἵτινες, ἐὰν ὧσιν ἄγιαι, τῆς γραφῆς ἀναγινωσκο-
<note type="footnote">1 Ru. ΙΙ. 442 13 om. ἡ B 28 κεκληρωμένον B</note>

<pb n="63"/>
<note type="marginal">ABC</note> μένῃς ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ὀ νοῦς
ἠμῶν ἄκαρπος ᾖ. ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος,
ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὀ δὲ νοῦς μου ἄκαρπός <note type="marginal">1 Co xiv 14</note>
ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος
<lb n="5"/> αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν
ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἴερῶν γραμμάτων καὶ
τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι
γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν· ὥσπερ δὲ αἱ κρείττους
δυνάμεις οἱονεὶ κατεπάδονται καὶ ὠφελοῦνται, καὶ γίνονται
<note type="marginal">443</note> δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτα· καὶ ὀνομότων,
οὐτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται
καὶ νικῶνται ἀπὸ τῶυ τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώμεναι
κοιμίζονται.</p></div></div></div></div></body></text></TEI>