9. Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν, ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων, οὐκ ἄλλη τις εἶναι δοκεῖ ἥ ἡ γραφὴ κατὰ τὰ πνευματικά μὴ νενοημένη, ἀλλʼ 166 ὡς πρὸς τὸ ψιλὸν γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμματα τὰς ἱερὰς om. εἰς B 20 om. θεὸς B; qui eat omnium Deus Ruf. βίβλους, ἀλλʼ ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι ΑB(c)(D) τοῦ πατρὸς τῶν ὄλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγεγράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὀδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατά διαδοχήν τῶν ἀποστόλων οὐρανίου ἐκκλησίας. καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαὶ, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι cf. Ge xix 30 ff. τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας, καὶ τῶν δύο cf. Ge xvi cf. Ge xxix 21 ff. γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἥ μυστήρια ταῦτα τυγχάνειν, ὑφʼ ἡμῶν μὴ cf. Εx xxv ff. νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ, οὐ διαμαρτάνοντες· ὅσου δὲ ἐπὶ τῷ, τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθʼ ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιιῶν ἥ πολέμων, ἢ ὧν δήποτε ἱστοριῶν ἄν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῆ μὲν διὰ τὴν ἔξιν οὐ πάνυ συγκεκροτημένην, πῆ δὲ διὰ τὴν προπέτειαν, ἔσθʼ ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν 167 τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος. 10. Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάντες ἴσμεν αἰνιγμάτων καὶ σκοτεινῶν λόγων πεπληρῶσθαι; κἃυ ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἄτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ 20 post ἀποπίπτοντες desunt duo folia in C 23 λεχθησομένων BΕ 30 πεπληρῶσθαι λόγων AD ABD εἰρηκότι· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἴνα εἰδῶμεν τὰ Ι Co ii 16; 12 f. ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος. καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἄν ἀναγνοὺς καταπλαγείη τὴν ἐπίκρυψιν ἀπορρήτων μυστηρίων καἰ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν λόγους ἐπισταμένων δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐχερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ, ὡς διʼ ὀπῆς, μεγίστων καὶ πλείστων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; διόπερ τούτων οὕτως ἐχόντων, καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα τῆς κλειδὸς τῆς γνώσεως, ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ τοῖς νομικοῖς · καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς ἡ τῆς γνώσεως κλεὶς ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρʼ ἐκείνοις τυγχάνειν, τοῖς, ὤς φασιν αὐτοὶ, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὗτως ἡ λέξις· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἥρατε τὴν Lc xi 52 κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.