5. Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν περἰ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης Ὑπὲρ τοῦ ἀγαπητοῦ, Pa xiv (xliv) I f. οὗ ἡ γλῶσσα λέγεται εἶναι κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπεὶ ἐκεχύθη χάρις ἐν χειλεσιν αὐτοῦ; τεκμήριον γὰρ τῆς ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ τὸ ὀλίγου διαγεγενημςνου τοῦ χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους ἐδίδαξεν) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς διʼ αὐτοῦ θεοσεβείας. ἀνατέταλκε γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, Pa lxxii (lxxi) 7 f. καὶ πλῆθος εἰρῆνης παραμένον ἕως συντελείας, ὃ ἀνταναίρεσις ὠνόμασται σελήνης· καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. καὶ δέδοται σημεῖον τῷ οἴκῳ cf. Is vii 14 Mt i 23; Δαυείδ· ἡ παρθένος γὰρ ἔτεκε καὶ ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱὸν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ Μεθ᾿ ἡμῶν ὁ θεός. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· Μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἣττᾶσθε, ἰσχυκότες Is viii 8 f. ἡττᾶσθε· ἡττήμεθα γὰρ καὶ νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλωκότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· Καὶ Μt ii 6; cf. Mic v 2 σὺ γάρ φησι Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν 161 τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἑβδομήκοντα Dan ix 24 ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἥλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος Job iii 8 Χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ Lc x 19 μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπʼ αὐτῶν ἀδικουμένοις. 13 δικαιοσύνη] D; om. B 15 κατακυριεύων] B; κυριεύων Α (hic enim rursus incipit); κατακυριεῦον D 26 ἐκ σοῦ] ἐξ οὐ B ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε ΑBD ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίταγμα θεῖον. καὶ ἐάν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς· οὐκ ἀπιστήσομεν, εἰ καὶ τεράστια πεποιήκασιν, cf He ii 4 ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων. 6. Ἀποδεικνύντες δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ, καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς· καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα, καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον, καὶ τὸ πνευματικόν τοῦ Μωσέως νόμου, ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνατὸι ἦν· ἀλλʼ ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς 162 ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα. δὲ μετʼ ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀναγινώσκειν ἴχνος ἐνθουσιασμοῦ, διʼ ὦν πάσχει πεισθήσεται οὐκ ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον δὲ φῶς τῷ Μωσέως νόμῳ, καλύμματι ἐναποκεκρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ ἐπιδημίᾳ, περιαιρεθέντος cf. 2 Cο iii 16; He x 1 τοῦ καλύμματος, καὶ τῶν ἀγαθῶν κατὰ βραχυ εἰς γνῶσιν ἐρχομένων, ὦν σκιὰν εἶχε τὸ γράμμα.