<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="25"><p>25. Εἰ τοίνυν αἱ προφητεῖαι αἱ περὶ Ἰουδαίας καὶ
περὶ Ἰερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακὼβ, μὴ
<lb n="10"/> σαρκίνως μῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε
τινὰ ὑποβάλλουσιν, ἀκόλουθον ἄν εἴη καὶ τὰς προφητείας
τὰς περὶ Αἰγύπτου καὶ Aἰγυπτίων, καὶ Βαβυλῶνος καὶ
Βαβυλωνίων, καὶ Τύρου καὶ Τυρίων, καὶ Σιδῶνος καὶ Σιδωνίων,
ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ μόνον περὶ τῶν σωματικῶν
<lb n="15"/> τούτων Aἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ Σιδωνίων
προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοὶ, ἀκόλουθον
καὶ Aἰγυπτίους εἶναι νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ
πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ
βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἦ ἄρξοντος
<lb n="20"/> τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις.
ὁμοίως τὰ περὶ τοῦ ἄρχοντος Τύρου οὐ δύναται
νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ
<note type="marginal">185</note> τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα, καὶ
μάλιστα ἐν τῷ Ἠσαίᾳ, <del>πῶς</del> οἶόν τε ἐκλαβεῖν περὶ τοῦ
<lb n="25"/> ἀνθρώπου ἐκείνου; οὔτε γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ, <note type="marginal">Is xiv 12</note>
οὐδὲ ἑωσφόρος ἦν, οὐδὲ πρωὶ ἀνέτελλεν ἐπὶ τὴν γῆν ὀ
Nαβουχοδονόσορ ὁ ἄνθρωπος. οὐ μὴν οὐδὲ τὰ λεγόμενα
ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν <note type="marginal">Εaek xxix II f.</note>
ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ,
<lb n="30"/> καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε διʼ ὅλης
<note type="footnote">1 θεοῦ] παύλου conj. Ruaeus; si Pauli verba quasi Christi in eo
loquentis audivimu Ruf. 16 προφητεύειν] + ἀλλὰ καὶ περὶ τῶν
νοητῶν Ε 22 ἄρξοντος] ἄρξαντος AD 24 πῶς] om. ABD;
οὐχ E; quomodo Ruf.</note>

<pb n="32"/>
αὐτῆς τὸ οἶμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων <note type="marginal">ΑBD</note>
ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα
ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι.</p><p>καὶ Μεθʼ ἕτερα·</p></div><div type="textpart" subtype="section" n="26"><p>26. <note type="altnum">(23)</note> Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν <lb n="5"/>
θάνατον ἀποθυήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων
οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου
ἅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν
τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἴνʼ οὕτως εἶπω, ἀποθνήσκοντες
εἰς τὸν ᾄδην τοῦτον καταβαίνουσι, κρινόμενοι <lb n="10"/>
ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων
βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς
πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν ἐς Σκύθας, <note type="marginal">186</note>
καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ
<note type="marginal">Mt xv 24; cf. Ja xi 52</note> συναγαγεῖν ἤλθε τὰ πρόβατα τὰ ὀπολωλότα οἴκου Ἰσραήλ· <lb n="15"/>
καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μή εἰξάντων τῇ διδασκαλίᾳ
αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται.</p></div></div></div></div></body></text></TEI>