19. (18) Εἰ δὲ καὶ ἐπὶ τὸ εὐαγγέλιον ἐλθόντες τὰ Lc x 4 ὅμοια ζητήσαιμεν, τί ἄν εἴη ἀλογώτερον τοῦ · Μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε· ὅπερ ἐντέλλεσθαι νομίζουσιν Mt v 39 οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς ἀποστόλοις; ἀλλὰ καὶ δεξιὰ σιαγὼν τύπτεσθαι λεγομένη ἀπιθανωτάτη ἐστί· παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος τὴν ἀριστερὰν σιαγόνα. Mt v 28 f. ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἔστι λαβεῖν ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα. ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾷν σκανδαλίζεσθαί τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν ; τίς δὲ καὶ καταγνοὺς ἑαυτοῦ ἐν τῷ ἑωρακέναι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἀναφέρων τὴν αἰτίαν ἐπὶ μόνον τὸν δεξιὸν ὀφθαλμὸν, εὐλόγως ἄν τοῦτον ἀποβάλοι; ἀλλὰ καὶ ὁ ἀπόστολος 1 Co vii 18 νομοθετεῖ, λέγων · Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. πρῶτον μὲν ὁ βουλόμενος ὄψεται ὅτι παρὰ τὴν προκειμένην αὐτῷ ὁμιλίαν ταῦτά φησι· πῶς γὰρ περὶ γάμου καὶ ἁγνείας νομοθετῶν οὐ δόξει ταῦτα εἰκῆ παρεμβεβληκέναι; δεύτερον δὲ τίς ἐρεῖ ἀδικεῖν τὸν, εἰ δυνατὸν, 180 διὰ τὴν παρὰ τοῖς πολλοῖς νομιζομένην ἀσχημοσύνην ἐπὶ τῷ περιτετμῆσθαι, ἐπιδιδόντα ἑαυτόν τῷ ἐπισπάσασθαι; 20. Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι, ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, 16 λαβεῖν] ἐκβαλεῖν D 29 περιτετμῆσθαι] + ἐπισπάσασθαι B τῶ ἐπισπάσασθαι] τὸ ἐπισπάσασθαι AB ΑBD ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων· καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ. (19) ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία γέγονεν, ἐπεί τις οὐ γέγονε· καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστὶν, ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος· ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται· ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ ἐντοὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας εἶναι ἀληθές· ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν, καὶ Ἰσαὰκ, καὶ Ge xxv 9 f. Ἰτακὼβ καὶ ἑκάστου τούτων μία γυνή· καὶ ὅτι Σίκιμα Ge xlviii 22; Jos xxiv 32 μερὶς δέδοται τῷ Ἰωσὴφ, καὶ Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ὠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γάρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε σὖ τίς οὐκ ἄν εἶποι τὴν λέγουσαν ἐντολήν· Τίμα τὸν πατέρα καὶ τήν μητέρα, ἵνα εὖ γένηταί Εxxx 12; cf. Eph vi 2 f. σοι· χωρὶς πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· Οὐ φονεύσεις· Εx xx 13 ff. 181 οὐ μοιχεύσεις· οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτάς κατά τὴν λέξιν τηρητέον ἢ οὔ· ὡς ἡ φάσκουσα· Ἐγὼ δὲ λέγω ὑμῖν, ὅς ἐὰν ὀργισθῇ τῷ Mt v 22 ἀδελφῷ αὐτοῦ, καὶ τὰ ἐξῆς· καί· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ Mt v 34 ὀμόσαι ὅλως. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, 1 Th v 14 ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας· εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατά τὸ ῥητὸν ἐντολὴν, βάθη σοφίας θεοῦ. 11 om. ὼς B 28 ὀμόσαι] ὁμῶσαι A; ὀμόσει BD