<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="17"><p>17. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν <note type="marginal">ΑBD</note>
<note type="marginal">Ge i 5</note> καὶ τρίτην ἡμέραν, ἑκπεραν τε καὶ πρωίαν, χωρὶς ἡλίου <note type="marginal">175</note>
γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴυ δὲ οἱουεὶ πρώτην
καὶ χωρὶς οὐρανοῦ; τίς δʼ οὕτως ἠλίθιος ὡς οἰηθῆναι
τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον <lb n="5"/>
<note type="marginal">Ge ii 8 f.</note> ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ
πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματικῶν
ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν·
καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ
μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐάν <lb n="10"/>
<note type="marginal">Ge iii 8</note> δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν
λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὰ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι
διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης
ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ
<note type="marginal">Ge iv 16</note> μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου <lb n="15"/>
τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸυ
ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα
ἀπʼ αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων
μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα
μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν <lb n="20"/>
λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὑτοῦ εἴδους τῶν
<note type="marginal">Mt iv 8</note> λόγων πεπλήρωται εἰς ὑψηλὸν ὄρος τόν Ἰησοῦν ἀναβιβάζοντος
τοῦ διαβόλου, ἵνʼ ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ
παντὸς κόσμου τὸς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς
γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα <lb n="25"/>
καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ,
δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω
καὶ ὑποκείμενα, ἔωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν
καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται
παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις <lb n="30"/>
καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα
<note type="footnote">1 οἰήσεται] ὁρίσεται apud Iustiniani ep. ad Mennam. 13 διστά-
ζειν AD 17 τί πρόσωπον θεοῦ, καὶ τί conj. Tarinus ; quae facies
Dei sit, et quomodo Ruf.; vide autem infra p. 25 l. 27</note>

<pb n="25"/>
<note type="marginal">ΑBD</note> τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς
<note type="marginal">176</note> κατὰ τό ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ
συμβεβηκότα.</p></div><div type="textpart" subtype="section" n="18"><p>18. <note type="altnum">(17)</note> Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν
<lb n="5"/> Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθʼ ἑαυτοὺς
τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον.
τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς <note type="marginal">cf, Lev xi 14</note>
οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας
ἐπὶ τοῦτο τὸ ζῶον φθάσαι καὶ ὀκταήμερα παιδία ἀπερίτμητα
<lb n="10"/> ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα·
δέου, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι,
τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ
τοὺς παρʼ οἶς τρέφονται. νῦν δέ φησιν ἡ γραφή· Ἀπερίτμητος <note type="marginal">Ge xvii 14</note>
πᾶς ἄρρην, ὅς οὐ περιτμηθήσεται τῇ ἡμέρα τῇ
<lb n="15"/> ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ
ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι
τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῶον τυγχάνςι, <note type="marginal">cf. Deut xiv 5, 22</note>
ὅν ὡς καθαρόν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι γρὺψ
δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονἐναι, ὅν
<lb n="20"/> ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον
σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος <note type="marginal">Ex xvi 29</note>
εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ
τόπου αὐτοῦ τῇ ἡμέρα τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλαχθῆναι
κατὰ τὴν λέξιν οὐδενὸς ζώου δυναμένου δι᾿ ὅλης
<lb n="25"/> καθέζεσθαι τῆς ἡμέρας, καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι.
διόπερ τινά μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον
τῆς λέξεως δηλοῦσθαι μηδὲν, οὐδὲ τὴν ἀρχήν ζητοῦσιν,
ὡσπερ τὰ περὶ τραγελάφου καὶ γρυπός καὶ γυπὸς, εἴς τινα
δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες,
<lb n="30"/> ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον
<note type="marginal">179</note> ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὥν ἐστὶ
Δοσίθεος ὀ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως
<note type="footnote">5 τῶ ὅσον] τὸ ὅσον AB 9 ἐπὶ] ὑπὸ B 29 εὐρισιλ. A;
εὐρεσιλ. D 31 ἐκάστω AD</note>

<pb n="26"/>
οἴονται ἐπὶ τοῦ σχήματος, οὖ ἄν καταληφθῇ τις ἐν <note type="marginal">ΑBD</note>
τῇ ἡμέρα τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ
<note type="marginal">Jer xvii 21</note> καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου
ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων
διδάσκαλοι ἐληλύθασι, φάσκοντες βάσταγμα μὲν εἶναι τὸ <lb n="5"/>
τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον
σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον καὶ τὸ οὑτωσὶ ἐπὶ
τοῦ ὥμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο μῶν.</p></div></div></div></div></body></text></TEI>