17. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν ΑBD Ge i 5 καὶ τρίτην ἡμέραν, ἑκπεραν τε καὶ πρωίαν, χωρὶς ἡλίου 175 γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴυ δὲ οἱουεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δʼ οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον Ge ii 8 f. ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐάν Ge iii 8 δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὰ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ Ge iv 16 μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸυ ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπʼ αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὑτοῦ εἴδους τῶν Mt iv 8 λόγων πεπλήρωται εἰς ὑψηλὸν ὄρος τόν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵνʼ ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ παντὸς κόσμου τὸς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἔωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα 1 οἰήσεται] ὁρίσεται apud Iustiniani ep. ad Mennam. 13 διστά- ζειν AD 17 τί πρόσωπον θεοῦ, καὶ τί conj. Tarinus ; quae facies Dei sit, et quomodo Ruf.; vide autem infra p. 25 l. 27 ΑBD τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς 176 κατὰ τό ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα. 18. (17) Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθʼ ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς cf, Lev xi 14 οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῶον φθάσαι καὶ ὀκταήμερα παιδία ἀπερίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα· δέου, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ τοὺς παρʼ οἶς τρέφονται. νῦν δέ φησιν ἡ γραφή· Ἀπερίτμητος Ge xvii 14 πᾶς ἄρρην, ὅς οὐ περιτμηθήσεται τῇ ἡμέρα τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῶον τυγχάνςι, cf. Deut xiv 5, 22 ὅν ὡς καθαρόν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονἐναι, ὅν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος Ex xvi 29 εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρα τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν οὐδενὸς ζώου δυναμένου δι᾿ ὅλης καθέζεσθαι τῆς ἡμέρας, καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινά μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν, οὐδὲ τὴν ἀρχήν ζητοῦσιν, ὡσπερ τὰ περὶ τραγελάφου καὶ γρυπός καὶ γυπὸς, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον 179 ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὥν ἐστὶ Δοσίθεος ὀ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως 5 τῶ ὅσον] τὸ ὅσον AB 9 ἐπὶ] ὑπὸ B 29 εὐρισιλ. A; εὐρεσιλ. D 31 ἐκάστω AD οἴονται ἐπὶ τοῦ σχήματος, οὖ ἄν καταληφθῇ τις ἐν ΑBD τῇ ἡμέρα τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ Jer xvii 21 καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες βάσταγμα μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὥμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο μῶν.