9, 45 >οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο< Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ k* (vgl. ο) Vgl. Orig. Comm. in Matth. tom. XIII, 8 (III, 225, 6 ff. Lomm.) 4 vgl. 2 Kor. 3, 16 τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿ ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν< λόγου >πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι < τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προδέσει δώσει τὴν διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν >ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων >παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<. 5f. vgl. Luk. 23, 45 Par. 12 Mark. 4, 34 14 f. 2 Kor. 4, 6; vgl. 4, 4. 16 Matth. 17, 22 20f. Rom. 8, 32 30 Ps. 110 (111), 10 37 Mark. 9, 28 12 ἀπέλυε k 22 ταὐτὸν k 23 τασσομένου Kr.] τασσόμενον k 30 Ἐπεὶ δὲ] Ἐπειδὴ Κ6 9, 58 >ὁ δέ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ< Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ >ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν. k* _ 6 Joh. 16, 33 6ff. 2 Tim. 3, 13 10 1 Kor. 4, 11; vgl. 2 Kor, 13, 3 2 ὦ Κ8ε οὗτος] αὐτὸς ε 5 αἰῶνι τῷ > ε 6 κόσμῳ + τούτῳ 8 Μάλιστα — 10 ῥηθέν > Κ8ε Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν. δ; vgl. Ὠριγένους. Ἐν ἁγίοις ὁ Χριστὸς ἅγιος ὤν ἀναπαύεται· διὸ καί φησι πρὸς αὐτόν· ἐν σοὶ δαίμονες ἀναπαύονται, τοῦτ’ ἔστιν αἱ ἀλώπεκες, ἐγὼ δὲ οὐκ ἐν σοί, ἀλλ᾿ ἐν ἁγίοις ἀναπαυθήσομαι. (Matth. Katene d. P. Possinus p. 114, zu Matth. 8, 20) 2 τῶν C > d ἀπαλλάξης C καταλῦσαι δ] κατοικῆσαι DD1 9, 60 >ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς< Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός, λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτόμενος νεκροῦ μολύνεται. Κ*ε _ 3f. Gal. 6, 14 5 2 Kor. 4, 18 6f. 1 Joh. 3, 8 lOf. vgl. Luk. 14, 26 15 vgl. Num. 19, 16 3 ὑπὸ] ἀπὸ ε σωτῆρος] Ἰησοῦ Κ8ε Νομίζω] νομιστέον ε 4 ἐσταύρωται ε τεθνήκει ε 7 γεγέννηται Κ4ε 9 σωτῆρος] Χριστοῦ Κ8ε 14 καταλείποι Κ6 15 ὅτι] ὡς ε 9, 62 >οὐδεὶς ἐπιβαλὸ)ν τὴν χεῖρα ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω< Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἥν ὀφείλει νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ τῶν γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν τῷ παρελθόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν καὶ ἔργα ἄκαρπα, ὅ ἐκτεμὸ)ν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ ἀπὸ τῆς θείας διδασκαλίας απέρματα νομικά, προφητικά, εὐαγγελικά, μεμνημένος καὶ μελετῶν αὐτό. Διό φησι καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ό τῶν ὅλων θεός· >νεώσατε ἑαυτοῖς καὶ μὴ σπείρετε ἐπ᾿ · οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον ἐκκαθάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανδαι· διό φησιν· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν<. W* Vgl. Orig. in Jerem. hom. V, 13 (42, 18—30 Klostermann); Ζ. T. Ubereinstimihung. — 10 f. Jerem. 4, 3 13 f. vgl. Luk. 8, 14 14 Ps. 36 (37), 27