Ι Sam. 25, 22. Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὐν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ. Ι Sam. 28, 11. 12. Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει.