I Sam. 3, 11—21. Ἐπειδὴ ἔμελλεν ἡ θεία γραφὴ τὴν ἀπώλειαν τῶν υἱῶν Ἠλὶ προλέγειν, ὅτι τε ὴ κιβωτὸς τοῦ θεοῦ ληφθήσεται ὑπὸ τῶν ἀλλοφύλων, προλαβοῦσα θεραπεύει τὴν ἀκοήν, μήποτέ τις οἰηθῇ σκληρὸν εἶναι τὸν θεόν. διὰ τοῦτο, ὡς ἔφην, ἱστορεῖ ὡς οὐκ ἠλαττώθη τῶν υἱῶν Ἠλὶ ἡ κακία καὶ ἡ ἁμαρτία διὰ τῆς ἀπειλῆς καὶ τῆς κατ᾿ προρρήσεως, ἀλλ’ ηὐξήθη μᾶλλον. Ι Sam. 4, 13. Εὐσεβὴς ὀ Ἠλὶ καθ’ ἑαυτόν· οὐ γὰρ περὶ τῆς σωτηρίας τῶν τέκνων ἠγωνία προηγουμένως ἀλλ᾿ ὑπὲρ τῆς κιβωτοῦ, μήποτε γένοιτο ὑπὸ τοῖς ἀλλοφύλοις· ὂ δὴ καὶ συνέβη. I Sam. 5, 3. Ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἠτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὀ Δαγών, οὐχ ἴνα προσκυνήσῃ, οὐ γὰρ ἠν ἄξιος, ἀλλ’ ἵνα συντριβῇ· ὃ δὴ καὶ γέγονεν. Ι Sam. 15, 9-11. Ὥσπερ ἐπ’ ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἠμετέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ἀφθαλμὸς δὲ τὸ ἐποπτικόν , καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς 3 über die Hss, vgl. die Einleitung Ι 7 Ἐπειδὴ] vorher ABBREV s Ι ἠλεὶ s | 11 Ἠλὶ ἠ] ἰὴλ ἠ v ἰ... ἠ s | 18 Ἵνα] vorher ABBREV s | 24 ἐπ Ru. παρουσίας ὅταν ἐνεργῇ τι· οὔτω καὶ θυμὸς μὲν θεοῦ λέγεται παιδεία ἠ κατὰ τῶν πταιόντων, οὐ πάθος θεοῦ, μεταμέλεια δὲ ἡ ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις τῆς τοῦ θεοῦ οἰκονομίας. ὃ γὰρ ἠμεῖς μεταμελούμενοι ποιοῦμεν, τουτέστιν ἐκεῖνα μὲν φεύγομεν ἐφ οἶς μετεμελήθημεν, ἕτερα δὲ διώκομεν τὰ κρείττω, τοῦτο μεταμέλεια θεοῦ λέγεται. διατί; ἐπειδὴ σωματικώτερον τοῖς βαρυτάτοις τὴν διάνοιαν ἔδει περὶ τοῦ θεοῦ τοὺς προφήτας ὀμιλεῖν, ἴνα χωρηθῇ· οἱ γὰρ ἀγάλματα ἅπερ ἔγλυφον καὶ ἐχώνευον θεοὺς νομίζοντες, ἤδη δὲ καὶ ἄλογα, πῶς ἂν ἐχώρησαν διὰ πνευματικῶν νοημάτων τε καὶ ῥημάτων τὰ περὶ θεοῦ λεγόμενα; Καὶ πάλιν· Εἐ πάντα πρόοιδεν ὀ θεός, οὐκ ἀφ᾿ ὧν δὲ οἶδε θυμοῦται ἢ οὐ πάθος ἄρα θεοῦ θυμὸς ἢ μεταμέλεια, ἀλλὰ τοῦ θυμοῦ | | ἔργον ἡ κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται· >ῥομφαία ὀξύνου καὶ καὶ χεὶρ ὠνόμασται σιδήρου † ὁ Σολομών· »ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου«) καὶ ῥομφαίας ὠς ὀ Δαβίδ φησιν· »εἰς χεῖρας ῥομφαίας‘). οὕτω καὶ ὀ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν ἁμαρτία κατὰ τὸν Δαβίδ, καὶ πρόσωπον ὁ τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἐβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὠς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι. {Οὐ τὸ εὐπερίστρεπτον τῆς ἀνθρώπου γνώμης τῷ ἡμεῖς γὰρ ἐφ᾿ ἐαυτῶν τὰς τροπὰς τῆς θείας οἰκονομίας τὰς ἐφ’ ἡμῶν δικαίως συμβαινούσας ἀπεργαζόμεθα, ἀναξίους ἑαυτοὺς δεικνύντες διὰ τῶν πράξεων τῆς παρὰ τοῦ θεοῦ δωρηθείσης τιμῆς. καταγνοὺς οὑν τοῦ Σαοὺλ καὶ βουλόμενος τῷ Δαβὶδ παραδοῦναι τὰ τῆς ἀρχῆς καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως ἁπάσης, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπεν· μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, ἀντὶ τοῦ 16 Vgl. Ezecb. 21, 9. 10. — 17 Hiob 5, 20 w. e. seh. — 18 Psal. 62, 11. — 19 Vgl. Psal. 73, 1. — 19/20 Vgl. Psal. 37, 4. — 21 Vgl. Psal. 97, S. — 23 Vgl. Sei. in Gen. 1, 26 (Lo 8, 49): ὧν ἐστι καὶ Μελίτων, συγγράμματα καταλελοιπῶς περὶ τοῦ ἐνσώματον εἶναι τὸν θεόν κτλ. — 31 Vgl. Rom. 1, 3. 12 πρόοιδεν Blass προεῖδεν cv | 16 ὀξύνου καὶ] ὀξύνουσα cv | σφάζει c | 19 ἔχειν] ἔσχεν c | 20 ὁμαρτία] ἁμαρτίας cv | 22 διὰ] τις cv. ἑτέρῳ βούλομαι δοῦναι τῆς βασιλείας τὴν ἀρχήν, τοῦτον δὲ τῆς δυναστείας. Τὸ μεταμεμέλημαι διὰ τὸν Σαοὺλ τουτέστιν οὕτω ἀνάξιον ἑαυτὸν τῆς βασιλείας ἐποίησεν, ὥστε εἴ γε φύσιν εἶχον μετανοοῦσαν, μετέγνων ἂν ἐπ αὐτῷ. διὰ τί οὖν ἐχρίσθη; ὅτι τότε ἄξιος ἦν. τραπεὶς δὲ πάλιν ἀνάξιος γέγονεν. Ι Sam. 15, 11. Ἐκ τούτων δείκνυται ὂ προεῖπον, ὅτι μεταμέλεια θεοῦ λέγεται τῆς τοῦ θεοῦ οἰκονομίας ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις. {Δείκνυσιν ὁ λόγος, ὅτι κἂν προφήτης καὶ δίκαιος ἄνθρωπος ὑπὲρ ἄλλων δεόμενος, οὐκ ἄλλως ἀκούεται, εἰ μὴ ἐκεῖνος ἔργῳ δείξῃ τὴν μετάνοιαν. οὕτω γὰρ ἠ δέησις ἰσχύει τοῦ δικαίου ἐνεργουμένη διὰ τοῦ ἀμαρτήσαντος. ἴνα οὖν εἰς πέρας ἀχθῇ τὸ πρᾶγμα, δεῖ ἀμφότερα συνδραμεῖν, καὶ τὴν τοῦ δικαίου εὐχὴν καὶ τὸ ἔργον τοῦ μετανοοῦντος.