I Sam. 3, 11—21. Ἐπειδὴ ἔμελλεν ἡ θεία γραφὴ τὴν ἀπώλειαν τῶν υἱῶν Ἠλὶ προλέγειν, ὅτι τε ὴ κιβωτὸς τοῦ θεοῦ ληφθήσεται ὑπὸ τῶν ἀλλοφύλων, προλαβοῦσα θεραπεύει τὴν ἀκοήν, μήποτέ τις οἰηθῇ σκληρὸν εἶναι τὸν θεόν. διὰ τοῦτο, ὡς ἔφην, ἱστορεῖ ὡς οὐκ ἠλαττώθη τῶν υἱῶν Ἠλὶ ἡ κακία καὶ ἡ ἁμαρτία διὰ τῆς ἀπειλῆς καὶ τῆς κατ᾿ προρρήσεως, ἀλλ’ ηὐξήθη μᾶλλον. Ι Sam. 4, 13. Εὐσεβὴς ὀ Ἠλὶ καθ’ ἑαυτόν· οὐ γὰρ περὶ τῆς σωτηρίας τῶν τέκνων ἠγωνία προηγουμένως ἀλλ᾿ ὑπὲρ τῆς κιβωτοῦ, μήποτε γένοιτο ὑπὸ τοῖς ἀλλοφύλοις· ὂ δὴ καὶ συνέβη.