Τὰ ἀναγνωσθέντα πλείονά ἐστιν, καὶ ἐπεὶ χρὴ ἐπιτεμνόμενον εἰπεῖν, δ' εἰσὶν περικοπαί. ἀνεγνώσθη τὰ ἑξῆς τῶν περὶ Νάβαλ Καρμήλιον. εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν Δαβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ’ αὐτῶν, ἐληλυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν Δαβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν Δαβὶδ καὶ εἰληφέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, »τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος« καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ. εἶτα τὰ] ἑξῆς ἡ ἱστορία ἦν ἡ τρίτη, ὅτι κατέφυγε »πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γὲθ« ὁ Δαβίδ, καὶ ὅσην εὗρε χάριν παρ’ αὐτῷ μετὰ τά πολλὰ ἀνδραγαθήματα ὁ Δαβίδ, πρὸς ὃν »ἀρχισωματοφύλακα θήσομαί σε« φησίν. ἑξῆς τούτοις ἦν ἡ ἱστορία ἡ διαβόητος ἡ περὶ τῆς ἐγγαστριμύθου καὶ περὶ τοῦ Σαμουήλ, ὅτι ἔδοξεν ἀνενηνοχέναι ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ καὶ ὁ Σαμουὴλ προφητεύει τῷ Σαούλ. τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἴνα περὶ τοῦτο ἀσχοληθῶμεν. τὰ περὶ τῆς ἐγγαστριμύθου, φησίν, ἐξεταζέσθω. Ἔνιαι μὲν ἱστορίαι οὐχ ἅπτονται ἡμῶν, ἔνιαι δὲ ἀναγκαῖαι πρὸς τὴν ἐλπίδα ἡμῶν· οὕτω δ’ εἶπον ἱστορίαι, ἐπεὶ οὐδέπω φθά- 5 Vgl. | Sam. 25, —44. — 6ff. Vgl. Ι Sam. 26, —25. — 10 Vgl. Ι Sam. 26, 12. — 13 Vgl. Ι Sam. 27, 2. — 15 Ι Sam. 28, 2. — 17ff. Vgl. I Sam. 28, 25. — 24 Vgl. in IKor. 3, 15 (Cat. Cram. V, 58, 4. 5): τοῦτο τὸ λεχθησόμενον ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται. 5 δ΄ εἰσὶν περικοπαί Blass Ζ. 19. 22) δίσιν περικοπαι Μ | 10 αὐτόν ΑΙ αὐτῶν Μ | 11 τοῦτο Blass τούτου Μ | 13/14 Ἀγχοὺς υἱὸν Ἀμμὰχ nach LXX αρχ’ [sic] Μ | 18 προφητεύειν Hu | 20 τοὺς δυναμένους Blass τοῖς δυναμένοις Μ 22 προτεινάτω ΑΙ προτινάτω Μ. νομεν ἐπὶ τὰ τῆς ἀναγωγῆς, παντὶ τῷ | | εἰδότι ἀνάγειν ἢ ἀκούειν ἀναγομένων χρήσιμα. τῶν οὖν τῆς ἱστορίας τινὰ μὲν χρήσιμα πᾶσιν, τινὰ δὲ οὐ πᾶσιν. οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ ἱστορία ἡ περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ εἰ μέν τι κατὰ τὴν ἀναγωγὴν ἔχει χρήσιμον, θεὸς οἶδεν καὶ ᾧ ἂν χαρίσηται τοὺς λόγους ἐκείνους ἐξετάζειν· εἰ δὲ κατὰ τὴν ἱστορίαν, ζητήσαις ἄν· τί γὰρ ὄφελός μοι ἐκ τῆς ἱστορίας τῆς περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ; ὁμοίως τί ὄφελός μοι ἁπλῶς λεχθεῖσα ἡ ἱστορία τοῦ Ἰούδα καὶ τῆς Θάμαρ καὶ τῶν κατ’ αὐτήν; ἐπεὶ μέντοιγε ἡ ἱστορία ἡ τὸν Σαοὺλ καὶ τὴν ἐγγαστρίμυθον πάντων ἅπτεται, ἀναγκαία ἀλήθεια κατὰ τὸν λόγον. τίς γὰρ ἀπαλλαγεὶς τούτου τοῦ βίου θέλει εἶναι ὑπὸ ἐξουσίαν δαιμονίου, ἵνα ἀγγαστρίμυθος ἀναγάγῃ οὐ τὸν τυχόντα τῶν πεπιστευκότων, ἀλλὰ Σαμουὴλ τὸν προφήτην; περὶ οὗ φησιν ὁ θεὸς διὰ τοῦ Ἱερεμίου· οὐδ’ ἂν Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐδὲ τούτων εἰσακούσομαι<, περὶ οὑ φησιν ὕμνοις ὁ προφήτης· »Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον. καὶ αὐτὸς εἰσήκουεν αὐτῶν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς«, καὶ ἀλλαχοῦ· >ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ καὶ καὶ τὰ ἑξῆς. ἆρ’ οὖν, εἰ ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς; τί εἴπωμεν; γέγραπται ταῦτα· ἀληθῆ έστιν ἢ οὐκ ἔστιν ἀληθῆ; τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει χωρήσει ἐπὶ κεφαλὰς τῶν λεγόντων)., τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει. Καὶ μὴν γοῦν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ. 7 Vgl. Gen. 19, 30–38. — 9 Vgl. Gen. 38, 1–30. — 10 S. 51, 19. — 11 ff. Vgl. Pseudohippolyt (Hippel. I, 2, 123 Ζ. 1–4): Ζητεῖται ἀνῆλθε Σαμοrὴλ διὰ τῆς ἐγγαστριμύθου ἢ οὔ. καὶ εἰ μὲν δῶμεν ὅτι ἀνῆλθεν, τὰ ψευδῆ συνιστῶμεν· πῶς γὰρ ἠδύνατο δαίμων ψυχήν, οὐ λέγω δικαίου μόνον, ἀλλὰ καὶ τοῦ τυχόντος, τὴν ἀπελθοῦσαν, ἣν οὐκ ᾔδει ποῖ διάγει, καλέσαι; Vgl. Theodoret MPG 80, 589ff. — 14 Vgl. Jerem. 15, 1. — 16 Psal. 98, 6. 7. — 19 Vgl. Ezech. 14, 14?? 6 ζητήσαις ἂν Al ζητήσεσαν Μ | 7 ὄφελός Cr ώφελός Μ | 10 ἀναγκαία] ἀναγκαίως ? | 14. 16 μωϋσῆς Μ | 19 προσεύξωνται ΑΙ προσεύξονται Μ | 20 — 22 ἆρ’— εἴπωμεν] Eustath. S. 51, 24–26 | 20 εἰ] < Eustath. | ἦν 22 εἴπωμεν Ga εἴπομεν Μ | 22 — 25 γέγραπται — παρέχει] Eustath. S. 52, 1 — 5 (vgl. 15 — 19) | 22 γέγραπται] ἐγγέγραπται Eustath. S. 52, 1 | ταῦτα] + ἢ οὐ γέγραπται; Eustath. S. 52, 15 | ἀληθῆ] + ταῦτα Eustath. S. 52, 17 | 26 — S. 285, 1 καὶ — ψεύδεται] Eustath. S. 52, —10 | 26 γοῦν] < Eustath. λέγει ἡ ἐγγαστρίμυθος ἑωρακέναι τὸν Σαμουήλ, ψεύδεται. Σαμουὴλ οὐχ ἀνήχθη, Σαμουὴλ οὐ λαλεῖ. ἀλλ’ ὥσπερ εἰσί τινες ψευδοπροφῆται λέγοντες· »τάδε λέγει κύριος« καὶ »κύριος οὐκ ἐλάλησεν«, οὕτως καὶ τὸ δαιμόνιον τοῦτο ψεύδεται, ἐπαγγελλόμενον ἀνάγειν τὸν ὑπὸ τοῦ Σαοὺλ προστασσόμενον. »τίνα γὰρ ἀναγάγω;« φησίν· »Σαμουὴλ ἀνάγαγέ μοι«. καὶ ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ὑπὸ ἐγγαστριμύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀναδείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾡ παιδίῳ ἔτι ὄντι ἔχρημάτισεν ὁ κύριος λαλῶν; Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν τοῖς καταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας; Σαμουὴλ ἐν ᾅδου, οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ’ οὐρανοῦ; Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά | | τινος ἔλαβεν; οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπεθύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου. Σαμουὴλ ἴνα τί ἐν ᾅδου; ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σαμουὴλ κατὰ τὸ εἰρημένον· οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων ; Σαμουὴλ ἐν ᾅδου; ἵνα τί μὴ καὶ Ἱερεμίας έν ᾅδου, πρὸς ὃν εἰρηται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«; ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου. Ταῦτα μὲν ἐρεῖ ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς· ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις. τίνα γάρ ἐστιν 3 Vgl. Jerem. 2, 2 23, 17 u. ö. — 8/9 Vgl. I Sam. 1, 11. — 10 f. Vgl. I Sam. 1, 23 2, 18. — 11f. Vgl. I Sam. 3, 4. 7 usw. — 13ff. Vgl. I Sam. 3, —21. — 15f. Vgl. I Sam. 12, 17. — 16 16ff. Vgl. I Sam. 12, 3. — 23 Vgl. Jerem. 15, 1. — 25 Jerem. 1, 5. 1 ἑωρακέναι Eustatli. εορακέναι Μ | 10 τῷ Cr τὸ Μ | 13 ηλὶ Μ | 20 ὁρᾶτε τι] vgl. S. 287, 12 ὁρᾶται; τίς ΑΙ | 24. 27 ἵηρεμίας Μ | 27 ἐν ᾅδου3] < Cr + οἱ πατριάρχαι? vgl. S. 294, 1 | 29 ἐπεὶ δὲ] ἐπειδὴ Μ | 30 καταβομβήσαντος ἡμῶν nach Ja vgl. S. 286, 12 καταπομπήσαντος ἡμᾶς Μ. τὰ γεγραμμένα; »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;‘ τίνος πρόσωπόν ἐστιν τὸ λέγον· »εἶπεν ἡ γυνή«; ἀρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ ἄλλου τινός; τὸ γάρ διηγηματικὸν πρόσωπον πανταχοῦ ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ’ ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους. οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· »καὶ εἶπεν ἡ γυνή· τί να ἀναγάγω σοι; καὶ εἶπεν· Σαμουὴλ μοι«. τίς λέγει· »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα«; ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἠν ἐν ᾅδου· »εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, »καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ· ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν; μὴ φοβοῦ· τί ἑώρακας; καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς; καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀναβαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ«. λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον τὸ ἱερατικόν. οἶδα δὲ ὅτι ὁ ἐκ τοῦ ἐκ τοῦ] λόγου λέγει· »οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης«. ἀλλὰ τί ἐστιν ὅπερ »εἶδεν ἡ γυνή«; »τὸν Σαμουήλ«. καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; ἀλλὰ γέγραπται ὅτι »ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν«. εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· »ἔγνω Σαούλ«, οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· »ἔγνω« οὐν »Σαοὺλ ὅτι Σαμουήλ ἐστιν« »καὶ ἔπεσεν | | ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν‘. εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· »καὶ εἶπεν Σαμουὴλ πρὸς 2ff. Vgl. Eustath. S. 25, 25f. 27, 24ff. 69, 16f. — 4 Vgl. z.B. Sel. in Gen. 41, 1 (Lo 8, 86): τὸ μὲν διηγηματικὸν τῆς γραφῆς πρόσωπον κτλ. — 7f. Vgl. II Pet. 1, 21. — 21 II Kor. 11, 14. 15. — 26ff. Vgl. Pseudohipp. 1. c. Ζ. 10: »πῶς«, φησίν, »ἐπιγνοὺς Σαοὺλ προσεκύνησεν«; — 30ff. Vgl. Greg. Nyss. de Pyth. MPG 45. 112 C: Εἰ δὲ λέγει ἡ Γραφὴ ὅτι καὶ εἶπεν ὁ Σαμουήλ, μὴ ταρασσέτω τὸν ἐπιστήμονα ὁ τοιοῦτος λόγος· ἀλλὰ προσκεῖσθαι νομιζέτω ὅτι ὁ νομισθεὶς εἶναι Σαμουήλ. 9 τίνα Hu | 16 τί γάρ ἐστιν] < LXX | 16. 20 ἑώρακας usw. ΑΙ εόρακας usw. Μ | 20f. ὁ ἐκ τοῦ ἐναντίου λόγου Blass vgl. S. 287, 12 | 21ff. Vgl. Eustath. S. 28, 20ff. | 23 εἶδεν AI ἴδεν Μ | —26 καὶ — ἐστίν] Eustath. S. 29, —5 30 23–25 | 24 ἴδεν Eustath. 29, 3 30, 24 | 26–29 εἰ—ἐστιν nach Eustath. S. (vgl. 32, 8–10. 16. 17. 24). Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶπεν‘ φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) »εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· »σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ’ ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι, καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω«. πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ’ ὅτι αὐτὸς Σαμουὴλ ἔφη· »καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ((. ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός , καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς; τί φησιν ὁ ἐναντίος λόγος; ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων. ἀλλ’ ὁ λόγος ἔτι ἐξετάζεται. Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον. »λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ«. δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειροτονηθεῖσαν. »καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ«. ταῦτα οὐκ ἔστι ῥήματα θεοῦ; οὐκ ἔστιν ἀληθῆ; ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ »περιεποι ήσατο τὸν βασιλέα Ἀμαλὴκ ἐφ’ ᾡ καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ· »καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων«. περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφητεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ; »καίγε τὴν παρεμβολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων. τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«. καὶ τοῦτο δύναται εἰδέναι δαιμόνιον, περὶ βασιλέα χειροτονηθέντα μετὰ 24 Ι Sam. 15, 9. — 25 Vgl. Ι Sam. 15, 26. — 31ff. Vgl. Pseudohipp. 1. c. Z. 14f.: »πῶς οὖν προεῖπεν«, φησίν, »τὰ μέλλοντα συμβαίνειν τῷ Σαοὺλ καὶ τῷ Ἰωνάθαν ἐν ταὐτῷ κακά;« (hier ist die Frage zu Ende!) 2 ᾗ δεῖ] ἤδη Μ ἔδει Ru | 3 σφόδρα] 1. Ε; σφόδρα· ? vgl. LXX u. Eustath. S. 42, 18 | 7 ἐπηρώτησας Blass ἐπερώτησας Μ | 9 αὑτῷ Cr αὐτῷ Μ 11 δαιμόνιον — Ἰσραηλιτικῆς] Eustath. S. 62, 7 | 19/12 δαιμόνιον — χειροτονηθεῖσαν] Eustath. S. 62, —16 | 20 τοῦ] < Eustath. | 22 ἐποίησας nach LXX ἐποίησ Μ | 24 περιεποιήσατο nach LXX περιεπει Μ | 32 περὶ Koetschau τὰ κατὰ ? Blass. προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ; »αὔριον σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.