Das Fragment aus der Oktateuchkatene. Ὠριγένους εἰς το αὐτὸ ἐκ τῶν εἰς τοὺς Θρήνους. Τίς γὰρ τὸ >δίκαιον οὐ δικαίως ; διαλαβόντες δὲ ἐκεῖνο, εὐχερῶς καὶ ἐπὶ τοῦτο μετελευσόμεθα, ὅτι ἔστι δικαίως τὸ ἄδικον διώκειν. ἐξήγησις μὲν τοῦ δικαίως τὸ δίκαιον διώκειν αὔτη, ἐπὰν καὶ τὸ πραττόμενον καθῆκον ᾖ, καὶ ὑγιεῖ διαθέσει ἐνεργῆται· ὡς εἴ τις σωφροσύνην δι’ οὐδὲν ἄλλο ἢ δέ αὐτὴν κατορθώσαι, Ἰωσὴφ ἀναγέγραπται πεποιηκέναι. τοῦ δὲ ἀδίκως τὸ δίκαιον διώκειν ἡ σαφήνειά ἐστι τοιαύτη, ἐπὰν τὸ καθῆκον μέν τις ἐπιτελῇ, προθέσει δὲ μοχθηρᾷ, ὡς εἴ τις δόξαν τὴν παρ’ ἀνθρώποις θηρώμενος κοινωνήσαι τῶν ὑπαρχόντων πένησιν, ὅπερ ἀπαγορεύων ὁ σωτήρ φησιν· »ἐὰν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων«. τὸ δὲ δικαίως τὸ ἄδικον ποιεῖν νοηθείη ἄν, ὅταν προθέσει τὰ κρείττονα ποιεῖν τις προελόμενος παρ ἄγνοιαν τοῦ καλοῦ πράττῃ τὰ χείρονα· ὁποῖός ποτε γέγονε Παῦλος προδιδοὺς τὰς ἐκκλησίας κατὰ ζῆλον θεοσεβείας. ἀδίκως δὲ τὸ ἄδικον, ὅταν καὶ τὸ πραττόμενον ἄδικον ᾖ καὶ ἡ προαίρεσις κακοποιητίκη. 3 Vgl. Deut. 16, 20. — 12 Matth. 6, 2. - 17 Vgl. Act. 8, 3. 2 Überschrift z. B. im cod. Ven. Marc. gr. 534 saec. XI fol. 221v u. im Coisl. VI (Montfaucon Bibl. Coisl. p. 42). In der Oktateuchkatene wird das Fragment zu Deut. 16, 20 angeführt. Es ist zufällig dieselbe Stelle, auf welche Confessor zum 8. Brief des Dionysius Areopagita (ed. Cord. II, 316 D MPG 4, 549 B) anspielt, vgl. Einleitung | 10 παρὰ ἀνθρώπων Ru | 11 κοινωνήσαι Blass Koetschau vgl. Z. 7 κοινωνήσει Ni | ὅπερ] ἅπερ Ru | 17 παραδιδοὺς Blass doch vgl. S. 14, 30 | εὐσεβείας Ni.