Klagel. Jerem. 1 Überschr. Εἰ τοίνυν »μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται«, ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαῦσαι κλαυθμὸν καὶ κατὰ τὸ »μακάριοι οἱ πενθοὺντες« πενθῆσαι τοῦς τοῦ πενθεῖσθαι ἀξίους. Klagel. Jerm. 1, 1. Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ, ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν, ὡς προειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μὰλλον ἄν τὰ πρακτικά, τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πολὺν ἀριθμὸν τῶν καλῶν πράξεων. Καὶ μετ’ ὀλίγα· Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται· τῷ τὸν νγμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γίνομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα. Klagel. Jerem. 1,1. Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὺμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸι σκυθρωπότερον μεταβολὴν μεμονῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ, ἵν’ ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἴπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ’ αὐρόντι τὰ ἡμαρτημένα. Καὶ μεθ’ ἔτερα· Ταὺτα μὲν οὖν πρὸς τὸ ῤητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ χαὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις 4 Luk. 6, 21. — 5 Matth. 5,5. — 13 Vgl. zu S. 235, 17. — 16f. 23f. Vgl. Olymp. (Gh III, 11): τοῦ νυμφίου στερηθεῖσα λόγου. — Vgl. Jes. 54, 1? 4 Εἰ] vorher τοῦ αὐτοῦ co | γελάσατε c | 8 Ἔοικε] vorher τοῦ αὐτοῦ c | o | 18 πληθύσασα ο | 12 τοῦ λαοῦ] τῶν λαῶν ο | 16 λαοῦ]