Klagel. Jerem. 1, 17. Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ, τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἄς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ’ ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν, αὐτόν, ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν. Klagel. Jerem. 1, 17. Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δεδήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ, ἢ ὅλου μὲν τοῦ ὄρους μέση ἐν μέρει γὰρ αὐτοῦ ῴκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ, τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ, ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἶον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας ούδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐνοικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τροπολογοῦνται, πόσῳ μᾶλλον τά κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὅρος, ὡς εἰπεὶν, μετὰ τοῦ ἔθνους στενάζει οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα. 1 Vgl. Psal. 17, 43. — 29 ff. Vgl. zu S. 250, 6 ff. 4 εὖ] τὰ ἀγαθὰ Gh Ι 5 ἐνισχύωμεν καὶ διώκ(ομεν c Ι 6 ἠφανισμένη c Ι ἐρήμη C | 10 τὴν] x003C; C | 15 ἔκδοABBREVσιν c*, χὴν a. R. c1 | 16 κακὸν c | 21 τοὺς ὅρους μέση Ι 24 εἰ] ἡ ο | ἡ] ἦν C* ἦν ἡ c1 | 25 οἷον γεωργία] x003C; c | 27 χερσὶν] c1 a. R. x003C; c* χερσεῖ ο | ἀργῷ Blass ἀγρῷ co Ι 30 τὰ Gh τὸ co Ι 32 ὐκ Vat. gr. 1153/54 ουκ CO. Klagel. Jerem. 1, 18. Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὡν ὑπάρχων Ἡσαΐας ἔλεγε· »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. Ἱερουσαλὴμ δὲ ὠνείδισται ὑπὸ τοῦ σωτῆρος ὡς »ἀποκτείνασα τοὺς προφήτας«, καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ τὸ αἶμα τῶν προφητῶν ἐκζητῶν< θεὸς ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεανίσκους τε καὶ παρθένους. ἀνθ’ ὧν οὗν πέπονθεν, ἐξομολογεῖται τοῖς ἅλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ παθεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην. Klagel. Jerem. 1, 18. Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν. Klagel. Jerem. 1, 19. Τοὺς ἐραστὰς οἲτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους«· οὑτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· »καὶ ἐξεπόρνευσεν ἡ Ὅλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους‘ «, καὶ μετ' ὀλίγα· »διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων( λέγει δὲ καὶ περὶ τῆς Ἰερουσαλήμ· »καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο«. 3 Jes. 1, 20. — 4 Vgl. Matth. 23, 37 Luk. 13, 34. — 6 Vgl. Luk. 11, 50. — 17 Ezech. 23, 22. 23. — 21 Ezech. 23, 5. — 23 Ezech. 23, 9. — 25 Ezech. 23, 11. 12. 3 ἔλεγε] + γὰρ ο | 5 αὐτοῖς c | 12 Μετὰ] vorher τοῦ αὐτοῦ c | 17 ὁλιβὰν ο | κύριος 2] x003C; c | 18 κυκλόθεν C 1 κύκλωθεν c*o | 20 μετέβαλλον ο | 21 σαμαρίας ο | 22 όολα ο ὀολὰ c ( ο 2 in Ras.) | 23 παρέδωκαν ο | 25 ὁλιβα ο.