Klagel. Jerem. 1, 10. Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴ λειτουργίαν ευετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἶον τὴν λυχνίαν τὴν χρυσῆν καὶ τὰ λοιπά. πεπει- σμένοι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ ταῦτα εἰς δόξαν θεοῦ ἐναποκεῖσθαι τῷ ναῷ, πάντων προέκρινον αὐτὰ ἐπιθυμοῦντες αὐτοί τι παθεῖν μᾶλλον ὑπὸ τῶν πολεμίων χαλεπὸν ἢ τούτων ὑποχείριόν τι γενέσθαι τοῖο ἐχθροῖς. τὸ δὲ ἁγίασμα ἕθος τοῖς ἐκ περιτομῆς τὸν ναὸν καλεῖν. Klagel. Jerem. 1, 10. Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι, πατοῦντα τὸ ἁγίασμα, ἔνθαοὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<. Καὶ μετ΄ ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον τὰ κατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι 8ff. Vgl. Olymp. (Gh III, 36). - 17 ff. Vgl. Olymp. (a.a.O.): ἐκέλευσεν ὁ θεὸς Μωαβίταις καὶ Ἀμμανίταις μὴ εἰς ἐκκλησίαν θεοῦ εἰσιέναι. ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ εἰσῆλθον καὶ οὖτοι εἰς τὸν ναόν. — 19 Vgl. Luk. 21, 24. — 21 Vgl. Num. 18? — 23 Vgl. Hebr. 9, 7. — 27 Vgl. Olymp, (a. a. 0): ἡ κακία έφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεογνωσίαν. 1 καταλίπῃς Vat. gr. 1153/54 καταλείπης co Ι 3 κατ’ αὐτῆς Gh καθ’ ἑαυτῆς CO Ι 4 δὲ] < C | 10 τὰ Vat. gr. 1153/54 τὸ co | 11 πεπιστευμένοι ο | 12 δόξαν] + τοῦ ο | 13 προέκριναν c | 15 τοῖς] τοὺς c | 18 ὁ] < c | 20 μόνον ο | 21 ἐκείνῳ] + εἰσελθεῖν ο | 23 άγιστείας Vat. gr. 1153/54 ἁγιαστίας co | 26 καθὰ ο | 27 τυγχάνῃ Ru τυγχάνει C τυγχάνοι ο | τὰ Blass Lietzmann. ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, έπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ᾿ ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«. Klagel. Jerem. 1, 11. Ἐστέναζον διὰ λιμὸν καὶ μικρᾶς ἕνεκα βρώσεως ψυχὴν ἐπιστρεφούσης ἐκλείπουσαν παρεῖχον τὰ τιμιώτατα. πῶς δὲ τὰ προρρηθέντα ἐπιθυμήματα παρὰ τῶν πολεμίων ἀπενεχθέντα παρεῖχον εἰς ὠνὴν τροφῆς; ἀλλ᾿ >ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα<, κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν. ἀνθ’ ὧν ἐπρίαντο τὴν τροφήν. Klagel. Jerem. 1, 11. Εὐχὴ παρὰ τῆς Ἱερουσαλὴμ τὸ ἴδε, κύριε, τὴν ἐμὴν ἀτιμίαν, ἀπολεσάσης τὸν κόσμον διὰ λιμόν. μήποτε δὲ διάφορα τὰ ἐπιθυμήματα, προηγουμένως μὲν τὰ προδεδηλωμένα >ἐφ᾿ ἅπερ ὁ ἐχθρὸς ἐξέτεινε τὴν x003C;, δεύτερα δὲ τὰ ἑνὸς ἑκάστου τῶν ἀπὸ τοῦ λαοῦ· καὶ τὰ μὲν κοινὰ παρείληφεν, ἀντὶ δὲ τῶν ἰδικῶν ἕκαστος ὠνεῖτο 7ff. Vgl. Olymp, (a. a. Ο.): πρὸς δὲ διάνοιαν, ἀκάθαρτοί τινες λογισμοὶ εἰς τὸ ἄδυτον τῆς ψυχῆς ἐχώρησαν. — 13 Vgl. Gal. 5, 19 Röm. 8. 7. — 14 Vgl. Gal. 5, 17. — 15 Vgl. Röm. 8, 7. — 16 Röm. 8, 7. — 19ff. Vgl. Olymp. (Gh III, 39): ἵνα . . . θρέψωσι τὴν ἐκλείπουσαν ψυχήν. — 22. 28 Vgl. Klagel. Jerem. 1, 10. 4 ὑπὲρ αὑτῆς] ὑπ᾿ αὐτῆς c ὑπὲρ αὐτῆς ο | 5 αὐτὸν co | 6 ἐξέπεσε c | 8 εἰσελθόντων c εἰσεληλυθότων ο | 9 τῷ] τὸ ABBREV c | 14 τοῦ] < c | 15 ἐχθρᾶς ο | 16 οὐδὲ γὰρ] οὐ γὰρ c οὐ δὲ ο. τροφήν. πρὸς δὲ ἀναγωγήν, ὥσπερ Ἠσαῦ ἀπέδοτο τὸ πρωτοτόκια πυρρᾶς ἕνεκα τροφῆς, ἡς ἐπώνυμος γέγονεν Ἐδὼμ δὲ Ἑρυθρὰ γῆ· καὶ γὰρ ἐγένετο γήϊνος, καταφρονήσος μὲν τῶν πρωτοτοκίων, προηγούμενα δὲ ποιήσας τὰ γήΪνα, ἅπερ Ἰακὼβ ὡς ἀναγκαῖα μετήρχετο δευτέρῳ λόγῳ διὰ τὸ τυγχάνειν ἐν σώματι), οὕτω καὶ Ἱερουσαλήμ. ἀλλ’ ὁ μὲν δίδωσι τῷ ἀξίῳ Ἰακὼβ τυχεῖν, ἅπερ εἶχεν ἐπιθυμή- ματα, εἰ καὶ μὴ ταῦτα προείλετο· ὁ δὲ λαὸς Ἱερουσαλὴμ δέδωκε μὲν καὶ αὐτὸς ἔνεκα βρώσεως, ἀλλ’ οὐχὶ ἀγίου ταύτην κατασκευά- σαντος, ἀλλὰ Βαβυλωνίων οἵτινες ἐνυβρίζειν ἔμελλον τοῖς δοθεῖσιν ἐπιθυμήμασιν. ὁ μὲν γὰρ Ἰακὼβ οἶδε κοσμῆσαι τὰ παρὰ Ἠσαῦ, οἱ δὲ Βαβυλώνιοι οὐ χρῶνται τοῖς δοθεῖσιν ἐπ' ἰδίῳ καλῷ. οὕτω καὶ ψυχὴ δί ἀπορίαν τῶν ἀναγκαίων χρειῶν ἀπορρίπτει τὰ θεῖα μαθήματα τοῖς κατὰ περιεργίαν βουλομένοις ἐπὶ διαβολῇ καὶ χλεύῃ μαθεῖν. Klagel. Jerem. 1, 13. Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκοσομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι- τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς. δηλοῖ καὶ τῶν ὑποβεβηκότων τὴν σύλληψιν τὴν εἰς δουλείαν ὥσπερ ἐν ἄγρᾳ δικτύων , τῶν μὴ καλῶς χρησαμένων τῇ ἐλευθερίᾳ. οὑτοι γάρ, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι τῶν ὄπισθεν · ἀπέστρεφον δὲ ἀπὸ δόξης εἰς ἀτιμίαν, ἀπὸ ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὔβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπη ἡ πόλις.