Klagel. Jerem. 1, 5. Ἡ τῆς λέξεως σαφήνεια τοιαύτη τίς έστιν. ἔθλιβον τὴν Ἰουδαίαν χώραν ἢ θλίβειν γε ἤθελόν τινες πρὸ τῶν τῆς αἰχμαλωσίας χρόνων, ἀλλ’ οὐκ ἐκράτουν ὑπερασπίζοντος τοῦ θεοῦ τῶν Ἰουδαίων. ὅτε παρεῖχον ἑαυτοὺς ἐκεῖνοι βοηθείας ἀξίους. ὅτε δὲ ἥμαρτον καὶ Πρὸς τῷ μὴ ἀκούειν τῶν προφητῶν ἔτι καὶ ἀνῄρουν αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, τότε παρεδόθησαν τοῖς θλίβουσιν ὑποχείριοι, ὥστε τοὺς ἐχθροὺς αὐτῶν γενέσθαι κεφαλήν, τουτέστιν, ὡς Σύμμαχος ἡρμήνευσεν, ἄρχοντας. ἕτεροι δὲ τάχα παρὰ τοὺς θλίβοντας οἱ ἐχθροὶ ὄντες ἤτοι τῇ ἐπινοίᾳ ἢ καὶ τῇ ὑποστάσει, έν εὐθηνίᾳ ἐτύγχανον, ὑποχειρίων τοῖς θλίβουσι γενομένων τῶν διὰ τὰ ἁμαρτήματα ἐγκαταλελειμμένων, τοῦ κυρίου ταπεινώσαντος διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων τοὺς παρανενομηκότας καὶ ἐπὶ τοσοῦτόν γε τοῦτο 2 Vgl. Onom. sacra 1, 174, 90: Σιὸ)ν σκοπευτήριον κτλ., u. ö. — ff. Vgl. Olymp, (a. a. O.): πρὸς δὲ διάνοιαν τὰ διδάγματα, δι’ ὧν εἰσέρχεται ἄνθρωπος εἱς τὴν ἀρετήν, ἐν κατηφείᾳ εἰσὶν ἐκκοπείσης τῆς προθεσμίας ἴσ. προθυμίας) τῶν μανθανόντων. — 6 Vgl. zu S. 239, 12. 2 Πρὸς] vorher τοῦ αὐτοῦ co | δυνάμεως] + τοῦ ναοῦ ο | 7 μὲν] x003C; c | 9 ἐρευνούμεναι ο | 11 περιεσπάσθαι] περισπασθῆ co | 13 μὴδαμῶς γλυγὺ μὴδαμῶς c | 20 καὶ] x003C; ο | 21 τῷ Icorr. τὸ cl*o | 23 ὡς] ὁ c | 25 ἤτοι] ἢ c | 28 καὶ] x003C; c ποιήσαντος, ὡς μηδὲ τοῖς νηπίοις αὐτῶν ἔλεον καταλειφθῆναι, ἀλλὰ πορευθῆναι αὐτὰ ἐν αἰχμαλωσίᾳ ἐλαυνόμενα ὑπὸ παντὸς τοῦ θλίβοντος. Klagel. Jerem. 1, 5. Ἀρξάντων τε καὶ εὐφρανθέντων τῷ τὸν κύριον διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων εἰς ταπείνωσιν παραδεδωκέναι τοὺς τὰς ἐν τοῖς ἁγίοις λογίοις συνθήκας πρὸς αὐτὸν οὐ τετηρηκότας. Klagel. Jerem. 1, 6. Τὰ τῆς λέζεως ὅση δύναμις ἡμῖν σαφηνιστέον, ἐξετάζουσι τις ἡ θυγάτηρ Σιών, καὶ ἐν τίνι ἔχουσα τὴν εὐπρέπειαν, τίς τε ἡ νομή, ἣν οὐκ ἔχουσίν οἱ ἄρχοντες τῆς θυγατρὸς Σιὼν δίκην κριῶν ἀπορούντων βοσκήσεως· καὶ πῶς οὑτοι ἐστερημένοι ἰσχύος πορεύονται κατὰ πρόσωπον τοῦ διώκοντος. ἡγούμεθα δὲ τὸ μὲν ὄρος Σιὼν εἶναι μητέρα τῆς ἐν αὐτῇ συναγωrῆς θυγατρὸς χρηματιζούσης τῆς Σιών, τὴν δὲ εὐπρέπειαν τῆς θυγατρὸς Σιὼν τὴν κτῆσιν τὴν ἐν πέπλοις αὐτῆς, ἥτις κτῆσις ἐν τῷ καιρῷ τῆς προνομῆς ληφθεῖσα ὑπὸ τῶν πολεμίων ἐξῆλθεν ἀπὸ τούτων, ὡν κόσμος ἦν, τουτέστι ἐξεκομίσθη τοῦτο γὰρ ἐμφατικώτερον τῷ ἐξῆλθεν ὠνόμασε), τοὺς δὲ ἡγουμένους τῆς συναγωγῆς, διὰ τὸ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ αἰχμαλωτίζειν, ἀποροῦντας τῶν συνήθων ὡμοιῶσθαι κριοῖς οὐχ εὑρίσκουσι τροφήν. ὥσπερ μέντοιγε κριοὶ ἐλαυνόμενοι μὴ τραφέντες ἀσθενῶς πορεύονται, τῇ ἀνάγκῃ τῶν ἐπιδιωκόντων εἴκοντες, οὕτω δὲ καὶ οἱ ἄρχοντες αἰχμάλωτοι γενόμενοι, ἀπαγόμενοι εἰς τὴν χώραν τῶν αἰχμαλωτισάντων, ἐπορεύοντο οὐκ ἐν ἰσχύϊ κατ’ ὄψιν τοῦ διώκοντος. Klagel. Jerem. 1, 6. Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ 5 Vgl. Klagel. Jerem. 1, 5 cod. Qmg: διὰ τὸ πλῆθος τῶν ἀσυνθεσιῶν αὐταῖς. — 27 ff. Olymp. (Gh III, 26): πρὸς δὲ διάνοιαν, ἡ θεογνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. — 29 Vgl. S. 241, 2. 1 ποιήσαντας c | καταλειφθῆναι c 1 καταληφθῆναι c*o | 12 ἐστερημένοι cl W. e. seh. ebenso S. 251, 19 | 14 μητέρα] τὴν c | σχηματιζούσης c | 17 ἀπὸ] ὑπὸ ο | 18 τῷ] τὸ Ic | 23 ἥκοντες c | οὕτω δὲ] οὕτως c | 24 γινόμενοι ο | 25 ἐν οὑκ ἰσχύει ο | 27 Πρὸς] vorher τοῦ αὐτοῦ κατὰ ἀναγωγήν co. ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«. Klagel. Jerem. 1, 7. Ο γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστηκότος μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος. Καὶ μετ’ ὀλίγα· Τοιαῦτα διαπορήσαντες έν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας 5 ff. Vgl. Olymp, (a. a. Ο.): οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. — 11 Vgl. Ι Pet. 5, 8. — 16 Jes. 37, 22. 1 νοABBREVησαίμην c Ι τῶν] τὸν c | 3 ἀξίωμα καὶ εὐπρέπειαν c | 12 ἐθέλοι c 15 τῶν] x003C; C | 19 τὰ δεABBREVινὰ c | 24 θλίβοντος] ἐχθρῶν c | 26 ἐστιν] + ἢ c 29 φύσ,ιν] + καὶ c | 30 ἐζεστηκῶσα ο | 31 ἐφήσθη] ἐφεῖσθαί co ἐπῃσθάνετο Gh | τοῦ πταίσματος Gh | 32 εἰς] + τὰς ο. τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι. Καὶ μετ’ ὀλίγα· Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾐ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς, οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος, τῷ μὴ ὑπάρχειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν, πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν. ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.