Jerem. 28, 25. 26. Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείς καὶ τῶν ἀδίκων ἔργων, δι᾿ὧν διέφθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ᾿ ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακειμένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶνα τὰ τείχη τῆς πόλεως ὑψηλότατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινον καθαιροῦσαν ἀσφαλείας τε καὶ ργουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνίστασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὀ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· »τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;« καὶ περὶ τοῦ ἔχοντος >κωρὸν καὶ ἄλαλον< δαιμόνιον ἔλεγεν ὁ σωτήρ· »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται«. ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ διαφθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα. 2 Habak. 1, 16. – 6 Vgl. 1 Tim. 4, 6. – 7 Vgl. Matth. 13, 25–8 Vgl. Gen. 3, 18. – 9 Vgl. Matth. 13, 22| Par. – 10 Vgl. Eph. 6, 12.– 12 Vgl. Jerem. 28, 10.– 15 ff. Vgl. Olymp. (Gh II, 911): αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν τὸν σατανᾶν. — 17 ff. Vgl. Fragm. XLIV (121) u. Herodot. I, 186. – 22 ff. Vgl. S. 14, 11 f. – 24 f. Vgl. S. 98, 14.–25 Sachar. 4, 7. – 26 Vgl. Mark. 9, 25. – 27 Math. 17, 20. 3 τε]γε Koetschau | 4 Ἑστιακάς] ἑστιατικάς co | 5 Πυθίας] πυθείας co| ἄλλας ο ἄλλως e | 6 κακὴ διδασκαλία ο καὶ διδασκάλια c | 11 πρὸς] καὶ c | 12 ἀναγγείλομεν ο |16 εἰδωλολατρίας ο | 20 τῷ] τὸ c | 21 αὐτὴν c* o αὐτῆς ccorr. | 22 τινῶν]