τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ. οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ „καθὸ δεῖ“ ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δεῖ· „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται,“ καὶ „αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται,“ καὶ „προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς,“ καὶ „δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,“ καὶ „προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν,“ καὶ „προσεύχεσθε, ἵνα μὴ γένηται ὑμῶν ἡ φυγὴ χειμῶνι μηδὲ σαββάτῳ,“ καὶ „προσευχόμενοι δὲ μὴ βαττολογήσητε,“ καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον· τὸ δὲ „καθὸ δεῖ“· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλ᾿, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.“ τοῦ δὲ „καθὸ δεῖ“ διδασκαλικόν ἐστι καὶ τό· „ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου“· ποῖον γὰρ θεῷ δῶρον ἀπὸ τοῦ λογικοῦ μεῖζον ἀναπέμπεσθαι δύναται εὐώδους λόγου εὐχῆς, προσφερομένης ἀπὸ συνειδότος μὴ ἔχοντος δυσῶδες ἀπὸ τῆς ἁμαρτίας; ἔτι δὲ τοῦ „καθὸ δεῖ“ τό· „μὴ ἀποστερεῖτε ἀλλήλους, ἐὰν μή τι ἐκ συμφωνίας πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ ἐπιχαρῇ ὑμῖν ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.“ διὰ τούτων γὰρ ἐμποδίζεται τὸ „καθὸ δεῖ,“ ἐὰν μὴ καὶ τῶν κατὰ τὸν γάμον σιωπᾶσθαι ἀξίων μυστηρίων τὸ ἔργον σεμνότερον καὶ βραδύτερον καὶ ἀπαθέστερον γίνηται, τῆς λεγομένης ἐνταυθοῖ „συμφωνίας“ τὸ ἀσύμφωνον τοῦ πάθους ἀφανιζούσης καὶ τὴν ἀκρασίαν ἀναλισκούσης τοῦ τε σατανᾶ τὸ ἐπιχαιρησίκακον κωλυούσης. πρὸς τούτοις τοῦ „καθὸ δεῖ“ ἐστι διδασκαλικὸν τό· „ἐὰν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἂν ἔχητε κατά τινος“· καὶ τὸ παρὰ τῷ Παύλῳ δέ· „πᾶς ἀνὴρ εὐχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς“ τοῦ „καθὸ δεῖ“ ἐστι παραστατικόν.