Ἀλλ᾿ εἰκὸς, Ἀμβρόσιε θεοσεβέστατε καὶ φιλοπονώτατε καὶ Τατιανὴ κοσμιωτάτη καὶ ἀνδρειοτάτη (ἀφ᾿ ἧς ἐκλελοιπέναι „τὰ γυναικεῖα“ ὃν τρόπον ἐκλελοίπει τῇ Σάῤῥᾳ ἤδη εὔχομαι), ὑμᾶς ἀπορεῖν τί δή ποτε, περὶ εὐχῆς προκειμένου ἡμῖν τοῦ λόγου, ταῦτα ἐν προοιμίοις περὶ τῶν ἀδυνάτων ἀνθρώποις δυνατῶν χάριτι θεοῦ γινομένων εἴρηται. ἓν τῶν ἀδυνάτων ὅσον ἐπὶ τῇ ἀσθενείᾳ ἡμῶν πείθομαι τυγχάνειν τρανῶσαι τὸν περὶ τῆς εὐχῆς ἀκριβῶς καὶ θεοπρεπῶς πάντα λόγον καὶ τὸν περὶ τοῦ, τίνα τρόπον εὔχεσθαι δεῖ, καὶ τίνα ἐπὶ τῆς εὐχῆς λέγειν πρὸς θεὸν. καὶ ποῖοι καιροὶ ποίων καιρῶν πρὸς τὴν εὐχήν εἰσιν ἐπιτηδειότεροι . . . . . . . . . . . . . . . . . . τὸν διὰ τὴν ὑπερβολὴν „τῶν ἀποκαλύψεων“ εὐλαβούμενον, „μή τις“ εἰς αὐτὸν „λογίσηται ὑπὲρ ὃ βλέπει“ „ἢ ἀκούει ἐξ“ αὐτοῦ, ὁμολογεῖν „καθὸ δεῖ“ προσεύχεσθαι μὴ εἰδέναι· ὃ γὰρ δεῖ προσεύξασθαι, φησὶ, „καθὸ δεῖ οὐκ οἴδαμεν.“ ἀναγκαῖον δὲ οὐ τὸ προσεύχεσθαι μόνον ἀλλὰ καὶ τὸ προσεύχεσθαι „καθὸ δεῖ“ καὶ προσεύχεσθαι ὃ δεῖ. ἵνα γὰρ καὶ ὃ δεῖ προσεύχεσθαι δυνηθῶμεν καταλαβεῖν, ἐλλιπές ἐστι τοῦτο, ἐὰν μὴ καὶ τὸ „καθὸ δεῖ“ προσλάβωμεν. τί δὲ ἡμῖν ὄφελος τοῦ „καθὸ δεῖ,“ μὴ εἰδόσιν εὔχεσθαι ὃ δεῖ;