Εἴπερ δὲ ὁ φάσκων· „οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα“ καὶ τὰ ἑξῆς, ὡς διαφερόντων πρὸς ἄλληλα τοῦ· „οὐ προσκυνήσεις αὐτοῖς“ καὶ τοῦ· „οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς“, ταῦτα λέγει, μή ποτε ὁ μὲν διακείμενος πρὸς τὰ εἴδωλα λατρεύῃ αὐτοῖς· ὁ δὲ μὴ διακείμενος ἀλλὰ διὰ δειλίαν, ἥνπερ ὀνομάζει συμπεριφορὰν, καθυποκρινόμενος αὐτὰ ὑπὲρ τοῦ δοκεῖν ὁμοίως τοῖς πολλοῖς εὐσεβεῖν οὐ λατρεύει μὲν προσκυνεῖ δὲ τοῖς εἰδώλοις. καὶ εἴποιμ᾿ ἂν ὅτι οἱ ἐπὶ δικαστηρίου ἐξομνύμενοι τὸν χριστιανισμὸν ἢ πρὸ δικαστηρίου οὐ λατρεύουσι μὲν προσκυνοῦσι δὲ τοῖς εἰδώλοις. λαμβάνοντες τὸ ὄνομα κυρίου τοῦ θεοῦ τὸ „θεὸς“ ἐπὶ ματαίῳ καὶ ἀψύχῳ ὕλῃ. προσεκύνουν δὲ οὕτως καὶ οὐκ ἐλάτρευον εἰδώλοις ὁ βεβηλωθεὶς λαὸς „εἰς τὰς θυγατέρας Μωάβ“. γέγραπται γοῦν αὐταῖς λέξεσιν ὅτι „ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ“. καὶ παρατήρει ὅτι οὐκ εἴρηται· καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις αὐτῶν, οὐδὲ γὰρ οἷόν τε ἦν μετὰ τοσαῦτα σημεῖα καὶ τέρατα ὑπὸ μίαν καιροῦ ῥοπὴν πεισθῆναι ὑπὸ τῶν γυναικῶν, μεθ᾿ ὧν ἐξεπόρνευον, πρὸς τὸ νομίσαι θεοὺς τὰ εἴδωλα. τάχα δὲ οὕτως καὶ κατὰ τὴν ἐν τῇ Ἐξόδῳ μοσχοποιΐαν „προσεκύνησαν“, οὐ λατρεύσαντες τῷ μόσχῳ, ὃν γινόμενον ἐθεάσαντο. δοκίμιον οὖν καὶ ἐξεταστήριον τῆς πρὸς τὸ θεῖον ἀγάπης νομιστέον ἡμῖν γεγονέναι τὸν ἑστηκότα πειρασμόν. „πειράζει γὰρ ὁ κύριος ὑμᾶς“, ὡς ἐν Δευτερονομίῳ γέγραπται, „εἰδέναι, εἰ ἀγαπᾶτε τὸν κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν“. ἀλλ᾿ ὑμεῖς πειραζόμενοι „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύσεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε“, καὶ μάλιστα τήν· „οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ“, „καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε“, λαμβάνοντι μὲν ὑμᾶς ἀπὸ τῶν τῇδε χωρίων, προστιθέντι δὲ αὐτῷ εἰς „τὴν“, ὡς ὁ ἀπόστολος ὠνόμασεν, „αὔξησιν τοῦ θεοῦ“ ἐν αὐτῷ. Ἀλλὰ καὶ εἴπερ „πᾶν ῥῆμα“ πονηρὸν „βδέλυγμα κυρίῳ“ τῷ θεῷ σου ἐστὶ, πηλίκον „βδέλυγμα“ νομιστέον εἶναι τὸ πονηρὸν τῆς ἀρνήσεως ῥῆμα καὶ τὸν πονηρὸν τῆς ἄλλου θεοῦ ἀναγορεύσεως λόγον καὶ τὸν πονηρὸν κατὰ τύχης ἀνθρώπων, πράγματος ἀνυποστάτου, ὅρκον; οὗ προτεινομένου ἡμῖν μνημονευτέον τοῦ διδάξαντος τό· „ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως“. εἴπερ γὰρ ὁ ὀμνὺς οὐρανὸν παρανομεῖ τὸν θρόνον τοῦ θεοῦ, καὶ ὁ ὀμνὺς γῆν ἀσεβεῖ τὸ λεγόμενον „ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ“ θεοποιῶν, καὶ ὁ ὀμνὺς εἰς Ἱεροσόλυμα ἁμαρτάνει, καίτοι γε πόλις μεγάλου βασιλέως ἐστὶ, καὶ ὁ ὀμνὺς τὴν ἑαυτοῦ κεφαλὴν πλημμελεῖ· πηλίκον ἁμάρτημα εἶναι νομιστέον τὸ ὀμνύναι τύχην τινός; μνημονευ τέον δὲ τότε καὶ τοῦ· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε „λόγον ἐν ἡμέρᾳ κρίσεως.“ τίς γὰρ ἄλλος οὕτως ἀργὸς λόγος ὡς ὁ ἐν ἀρνήσει ὅρκος; ἀλλ᾿ εἰκὸς ὅτι θελήσει ἡμᾶς κατασοφίσασθαι δι᾿ ὧν ἂν δύνηται ὁ ἐχθρὸς πρὸς τὸ προσκυνῆσαι „τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῷ κόσμῳ τῶν ἐκ τοῦ οὐρανοῦ“. ἀλλ᾿ ἡμεῖς ἐροῦμεν ὅτι ὁ τοῦ θεοῦ λόγος ταῦτα „οὐ προσέταξεν.“ οὐδαμῶς γὰρ προσκυνητέον τὰ κτίσματα παρόντος τοῦ κτίσαντος καὶ διαρκοῦντος καὶ φθάνοντος πρὸς τὴν πάντων εὐχήν. καὶ οὐδ᾿ αὐτός γ᾿ ἂν θέλοι ὁ ἥλιος προσκυνεῖσθαι ὑπὸ τῶν ἀπὸ τῆς τοῦ θεοῦ μερίδος, εἰκὸς δὲ ὅτι οὐδὲ ὑπὸ ἄλλου τινός· ἀλλὰ μιμούμενος τὸν εἰπόντα· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατὴρ“ ὡσπερεὶ φήσει τῷ προσκυνεῖν αὐτὸν ἐθέλοντι· τί με λέγεις θεόν; εἷς ἐστι θεὸς ἀληθινός· καὶ τί με προσκυνεῖς; „κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.“ γενητός εἰμι κἀγώ· τί βούλει προσκυνεῖν τὸν προσκυνοῦντα; κἀγὼ γὰρ τῷ θεῷ καὶ πατρὶ προσκυνῶ καὶ λατρεύω καὶ αὐτοῦ πειθόμενος τοῖς ἐπιτάγμασι „τῇ ματαιότητι“ ὑποτέταγμαι „διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι“ καὶ ἐλευθερωθήσομαι „ἀπὸ τῆς δουλείας τῆς φθορᾶς“ νῦν καὶ αὐτὸς ἐνδεδεμένος φθαρτῷ σώματι „εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.“ Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλείονας λαλήσοντας ἡμῖν ὡς κυρίου „ῥῆμα, ὃ οὐ προσέταξε“ κύριος, ἢ ὡς σοφίας λόγον τὸν ἀλλότριον τῆς σοφίας, ἵν᾿ ἡμᾶς ἀποκτείνῃ τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. ἀλλ᾿ ἡμεῖς καὶ τότε ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον ἡμῶν εἴπωμεν· „ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων“. καλὴ γὰρ ἡ πρὸς τοὺς ἀσεβεῖς λόγους κώφωσις, ἐπὰν ἀπογινώσκωμεν τὴν τῶν τὰ χείρονα λεγόντων ἐπανόρθωσιν. Χρήσιμον δὲ ἡμᾶς ἐννοεῖν ἐν τοῖς καιροῖς τῶν ἐπὶ τὰ ἐναντία προκαλουμένων, τί διδάξαι βουλόμενος ὁ θεός φησι τό· „ἐγώ εἰμι κύριος ὁ θεός σου ζηλωτής.“ καὶ οἶμαί γε ὅτι ὃν τρόπον νυμφίος ἐπιστρέφων τὴν νύμφην πρὸς τὸ σεμνῶς βιοῦν συνάγουσαν μὲν πᾶσαν ἑαυτὴν πρὸς τὸν νυμφίον παντὶ δὲ τρόπῳ φυλαττομένην ἐκχεῖσθαι πρὸς ἕτερόν τινα παρὰ τὸν νυμφίον, κἂν σοφὸς ᾖ, ἐμφαίνοι ἂν ζῆλον ὡς φαρμάκῳ τῇ τοιαύτῃ ἐμφάσει πρὸς τὴν νύμφην χρώμενος· οὕτως ὁ χρηματίζων, καὶ μάλιστα ἐὰν φαίνηται „ὁ πρωτότοκος εἶναι πάσης κτίσεως“, φησὶ πρὸς τὴν νύμφην ψυχὴν θεὸς εἶναι ζηλωτὴς, πάσης τῆς πρὸς τὰ δαιμόνια πορνείας καὶ τοὺς νομιζομένους εἶναι θεοὺς ἀφιστὰς τοὺς ἀκροωμένους· καὶ ὡς θεός γε οὕτω ζηλωτής φησι περὶ τῶν ὅπως ποτὲ ὀπίσω θεῶν ἑτέρων ἐκπεπορνευκότων· „αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου.“ Κἂν μὴ δι᾿ ἑαυτὸν δὲ ὡς σοφὸς ὁ νυμφίος καὶ ἀπαθὴς ἀποστρέφῃ παντὸς μολυσμοῦ τὴν μεμνηστευμένην, ἀλλά γε δι᾿ ἐκείνην ὁρῶν αὐτῆς τὸν μολυσμὸν καὶ τὸν βδελυγμὸν πάντα τὰ ἰάσασθαι καὶ ἐπιστρέψαι αὐτὴν δυνάμενα ποιήσει, ὡς αὐτεξουσίῳ φύσει προσάγων λόγους ἀποτρεπτικοὺς τοῦ πορνεύειν. ποῖον ἂν οὖν μιασμὸν νοήσαις χείρονα γίνεσθαι ψυχῇ, ὅπως ποτὲ ἄλλον ἀγορευούσῃ θεὸν καὶ μὴ ὁμολογούσῃ τὸν ἀληθῶς ἕνα καὶ μόνον κύριον; καὶ οἶμαί γε ὅτι, ὥσπερ „ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν“, οὕτως ὁ μὲν ὁμολογῶν τινα καὶ μάλιστα ἐν καιρῷ βασάνου καὶ ἐξετάσεως τῆς πίστεως ἀνακιρνᾶται καὶ ἑνοῦται τῷ ὁμολογουμένῳ· ὁ δὲ ἀρνούμενος ὑπ᾿ αὐτῆς τῆς ἀρνήσεως τρόπον μαχαίρας διακοπτούσης ἀπ᾿ ἐκείνου, ὃν ἀρνεῖται, πάσχει τὴν διαίρεσιν χωριζόμενος ἐκείνου, ὃν ἠρνήσατο. διόπερ ἐπίστησον, μή ποτε ὡς ἀκόλουθον καὶ ἀναγκαῖον συμβῆναι τῷ ὁμολογοῦντι τὸ ὁμολογηθῆναι καὶ τῷ ἀρνουμένῳ τὸ ἀρνηθῆναι εἴρηται τό· „ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς“. καὶ εἴποι δ᾿ ἂν ὁ αὐτολόγος καὶ ἡ αὐτοαλήθεια τῷ τε ὁμολογήσαντι καὶ τῷ ἀρνησαμένῳ· „ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν“. σὺ μὲν οὖν ὁ μετρήσας μέτρῳ τῆς πρός με ὁμολογίας καὶ πληρώσας τὸ μέτρον τῆς ὁμολογίας ἀπολήψῃ μέτρον τῆς ἀπ᾿ ἐμοῦ ὁμολογίας „σεσαλευμένον πεπιεσμένον ὑπερεκχυνόμενον“, ὅπερ δοθήσεται „εἰς τὸν κόλπον“ σου· καὶ σὺ δὲ ὁ μετρήσας τῷ τῆς ἀρνήσεως μέτρῳ καὶ ἀρνησάμενός με τὸ ἀνάλογον τῷ μέτρῳ τῆς ἀρνήσεως ἀπολήψῃ μέτρον τῆς ἀπ᾿ ἐμοῦ περὶ σοῦ ἀρνήσεως.