Πάλαι ἠκούσαμεν τῶν Ἰησοῦ λόγων καὶ ἤδη πολλῷ χρόνῳ τῷ εὐαγγελίῳ μεμαθητεύμεθα, καὶ πάντες ᾠκοδομήσαμεν ἑαυτοῖς οἰκίαν. ποῦ δὲ ᾠκοδομήσαμεν, πότερον „ἐπὶ τὴν πέτραν“ σκάψαντες καὶ βαθύναντες ἢ „ἐπὶ τὴν ἄμμον“ „χωρὶς θεμελίου,“ ὁ παρὼν δείξει ἀγών. ἐνέστηκε γὰρ χειμὼν φέρων βροχὴν καὶ ποταμοὺς καὶ ἀνέμους ἢ, ὡς ὁ Λουκᾶς ὀνομάζει, πλημμύραν, καὶ ταῦτα προσρήξαντα τῇ οἰκίᾳ ἤτοι οὐκ ἰσχύσει „σαλεῦσαι αὐτὴν,“ καὶ διὰ τοῦτο οὐ πεσεῖται ἡ οἰκία, ἅτε „ἐπὶ τὴν πέτραν“ τὸν Χριστὸν τεθεμελιωμένη, ἢ ἐλέγξει τὸ σαθρὸν τῆς οἰκοδομῆς διὰ τῆς ἐνεστηκυίας προφάσεως συμπεσουμένης. ὅπερ ἀπείη τῶν ἡμετέρων οἰκοδομημάτων· μεγάλη γὰρ σφόδρα ἡ ἐν ἀρνήσει πτῶσις ἢ, ὡς ὁ Λουκᾶς φησι, „μέγα τὸ ῥῆγμα“ τῆς χωρὶς τοῦ θεμελίου οἰκοδομῆς. διόπερ ἡμεῖς εὐχώμεθα, ἵνα ὁμοιωθῶμεν „ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.“ ἡκέτω γὰρ ἐπὶ τοιαύτῃ οἰκοδομῇ ἡ ἀπὸ τῶν „ἐν τοῖς ἐπουρανίοις“ πνευματικῶν „τῆς πονηρίας“ „βροχὴ“ ἢ „ποταμοὶ“ τῶν ἐχθρῶν ἡμῖν ἀρχῶν καὶ ἐξουσιῶν ἢ οἱ ἀπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου „ἄνεμοι“ σκληροὶ ἢ πλημμύρα τῶν καταχθονίων πνευμάτων καὶ προσρηγνύτωσαν ἑαυτοὺς τῇ „ἐπὶ τὴν πέτραν“ ἡμῶν οἰκοδομῇ· ἵνα μὴ μόνον πρὸς τὸ μὴ πεσεῖν ἀλλὰ μηδὲ σαλευθῆναι τὴν ἀρχὴν τὴν οἰκίαν πάθωσι μᾶλλον ὑφ᾿ ἡμῶν τὰ ἐνεργοῦντα ἤπερ δράσωσι. καὶ λεγέτω γε ἑκάτερος ὑμῶν πλήσσων τὰ ἀντικείμενα· „οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.“