Τελευταῖον δὲ τὸν νεώτερον ὁ Ἀντίοχος εἰς χεῖρας λαβὼν καὶ πεισθεὶς καὶ τοῦτον εἶναι ἀδελφὸν τῶν ἐν οὐδενὶ τὰς τηλικαύτας ἀλγηδόνας θεμένων καὶ τὴν αὐτὴν ἔχειν ἐκείνοις προαίρεσιν ἄλλαις ἐφόδοις ἐχρῆτο, νομίζων αὐτὸν παρακλήσεσι πεισθήσεσθαι καὶ ταῖς δι᾿ ὅρκων πιστώσεσι περὶ τοῦ πλούσιον αὐτὸν ποιήσειν καὶ „μακαριστὸν“ „μεταθέμενόν τε ἀπὸ τῶν πατρίων“ καὶ εἰς φίλους ἐγκαταταχθέντα καὶ „χρείας“ βασιλικὰς ἐμπιστευθέντα. ὡς δ᾿ οὐδὲν ἤνυε τὴν ἀρχὴν μηδὲ προσέχοντος τοῦ νεανίου ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ προαιρέσεως τοῖς λεγομένοις, „προσκαλεσάμενος τὴν μητέρα παρῄνει γίνεσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ“. ἡ δὲ ἐπιδειξαμένη πείσειν περὶ ὧν ἤθελε τὸν υἱὸν καὶ χλευάσασα τὸν τύραννον πολλοὺς τῷ υἱῷ ἐκίνει λόγους περὶ ὑπομονῆς, ὡς τὸν νεανίαν μὴ περιμείναντα τὴν ἐπιφερομένην κόλασιν προλαβόντα προκαλέσασθαι τοὺς δημίους λέγοντα· τί μέλλετε καὶ βραδύνετε; ἀκούομεν γὰρ νόμου τοῦ δοθέντος ἀπὸ θεοῦ· οὐ προσιέναι δεῖ πρόσταγμα ἐναντιούμενον θείοις λόγοις. ἀλλὰ καὶ ὡσπερεὶ βασιλεὺς ἀποφαινόμενος κατὰ τῶν ὑπ᾿ αὐτῷ δικαζομένων ἀπεφήνατο κρίσιν τὴν κατὰ τοῦ τυράννου, δικάζων μᾶλλον αὐτὸν ἤπερ δικαζόμενος· καὶ ἔφασκεν, ὡς ἄρα ἐπὶ τοὺς οὐρανίους παῖδας ἀράμενος χεῖρας, οὐκ ἐκφεύξεται „τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν.“ Ἦν δὲ τότε τὴν μητέρα τῶν τοσούτων ἰδεῖν „εὐψύχως“ φέρουσαν „διὰ τὰς ἐπὶ τὸν θεὸν ἐλπίδας“ τοὺς πόνους καὶ τοὺς θανάτους τῶν υἱῶν· δρόσοι γὰρ εὐσεβείας καὶ πνεῦμα ὁσιότητος οὐκ εἴων ἀνάπτεσθαι ἐν τοῖς σπλάγχνοις αὐτῆς τὸ μητρικὸν καὶ ἐν πολλαῖς ἀναφλεγόμενον ὡς ἐπὶ βαρυτάτοις κακοῖς πῦρ. νομίζω δὲ καὶ ταῦτα χρησιμώτατα πρὸς τὸ προκείμενον ἐπιτεμόμενος ἀπὸ τῆς γραφῆς παρατεθεῖσθαι· ἵν᾿ ἴδωμεν, ὅσον δύναται κατὰ τῶν τραχυτάτων πόνων καὶ τῶν βαρυτάτων βασάνων εὐσέβεια καὶ τὸ πρὸς θεὸν φίλτρον παντὸς φίλτρου καθ᾿ ὑπερβολὴν πλεῖον δυνάμενον. τούτῳ δὲ τῷ πρὸς θεὸν φίλτρῳ ἀνθρωπίνη ἀσθένεια οὐ συμπολιτεύεται ὑπερόριος ἀφ᾿ ὅλης τῆς ψυχῆς ἐλαυνομένη καὶ οὐδὲ κατὰ ποσὸν ἐνεργεῖν δυναμένη, ὅπου ἐστὶν ὁ οἷός τε εἰπεῖν· „ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος“ καὶ „πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“. Ὁποῖον δ᾿ ἐστὶ τὸ μαρτύριον καὶ πόσην παῤῥησίαν ἐμποιοῦν πρὸς τὸν θεὸν, καὶ ἐντεῦθεν ἔστι καταμαθεῖν. φιλότιμός τις ὁ ἅγιος ὢν καὶ ἀμείψασθαι θέλων τὰς φθασάσας εἰς αὐτὸν εὐεργεσίας ἀπὸ θεοῦ ζητεῖ, τί ἂν ποιήσαι τῷ κυρίῳ περὶ πάντων ὧν ἀπ᾿ αὐτοῦ εἴληφε· καὶ οὐδὲν ἄλλο εὑρίσκει οἱονεὶ ἰσόῤῥπον ταῖς εὐεργεσίαις δυνάμενον ἀπὸ ἀνθρώπου εὐπροαιρέτου ἀποδοθῆναι θεῷ, ὡς τὴν ἐν μαρτυρίῳ τελευτήν. γέγραπται γὰρ ἐν τῷ ἑκατοστῷ καὶ πέμπτῳ καὶ δεκάτῳ ψαλμῷ τὰ μὲν τῆς ἐπαπορήσεως οὕτως· „τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;“ τὰ δὲ τῆς πρὸς αὐτὴν ἀπαντήσεως εἰπόντος· τί ἀνταποδώσει τῷ κυρίῳ περὶ πάντων ὧν ἀπ᾿ αὐτοῦ εἴληφεν ὁ λέγων, οὕτως εἰρημένα· „ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι“. „ποτήριον δὲ σωτηρίου“ ἔθος ὀνομάζεσθαι τὸ μαρτύριον, ὡς ἐν τῷ εὐαγγελίῳ εὕρομεν. ἡνίκα γὰρ μείζονος ὀρέγονται τιμῆς οἱ θέλοντες „ἐκ δεξιῶν“ καὶ „ἐξ εὐωνύμων“ καθεσθῆναι τῷ Ἰησοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ, φησὶ πρὸς αὐτοὺς ὁ κύριος· „δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω;“ ποτήριον λέγων τὸ μαρτύριον. ὅπερ ἐστὶ σαφὲς καὶ ἐκ τοῦ· „πάτερ εἰ δυνατὸν παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ“. πλὴν μανθάνομεν ὅτι συγκαθίσει καὶ συμβασιλεύσει καὶ συνδικάσει τῷ βασιλεῖ τῶν βασιλευόντων ὁ πιὼν τὸ ποτήριον ἐκεῖνο, ὅπερ ἔπιεν ὁ Ἰησοῦς. τοῦτ᾿ οὖν ἐστι τὸ τοῦ „σωτηρίου“ „ποτήριον“, ὅπερ ὁ λαβὼν ἐπικαλέσεται „τὸ ὄνομα κυρίου“ „πᾶς δὲ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.“ Ἀλλὰ εἰκός τινα διὰ τό· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“ μὴ ἀκριβώσαντα τὸ βούλημα τῆς γραφῆς νομίζειν ὅτι οἱονεὶ καὶ ὁ σωτὴρ ἐδειλίασε παρὰ τὸν τοῦ πάθους καιρόν· ἐκείνου δὲ δειλιάσαντος, εἴποι τις ἂν, ὅτι τίς γενναῖος εἰς ἀεί; πρῶτον δὲ πευσόμεθα τῶν ταῦτα περὶ τοῦ σωτῆρος ὑπολαμβανόντων, εἰ ἐλάττων ἦν τοῦ λέγοντος· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιῶ.“ τάχα δὲ οὐδὲ ἄλλου τινός ἐστι ταῦτα ἐν τῷ προφήτῃ λεγόμενα τὰ ῥήματα ἢ τοῦ σωτῆρος διὰ τὸν ἀπὸ τοῦ πατρὸς φωτισμὸν καὶ τὴν ἀπ᾿ αὐτοῦ σωτηρίαν οὐδένα φοβουμένου καὶ διὰ τὸν ὑπερασπισμὸν, ὃν ὑπερήσπιζεν αὐτοῦ ὁ θεὸς, ἀπὸ μηδενὸς δειλιῶντος. τούτου δὲ καὶ ἡ καρδία οὐδαμῶς ἐφοβεῖτο παρατασσομένης ἐπ᾿ αὐτὸν ὅλης τῆς τοῦ σατανᾶ παρεμβο λῆς· ἤλπιζε δὲ καὶ ἐπὶ θεῷ πεπληρωμένη ἱερῶν δογμάτων αὐτοῦ καρδία ἐπανισταμένου αὐτῷ πολέμου. οὐ κατὰ τὸν αὐτὸν τοίνυν ἔστι καὶ κατὰ δειλίαν λέγειν τό· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“ καὶ ἀπὸ ἀνδρείας φάσκειν· „ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.“ μή ποτ᾿ οὖν λανθάνῃ τι ἡμᾶς ἐν τῷ τόπῳ, καὶ ἐπιστήσεις τῷ παρὰ τοῖς τρισὶν εἰρημένῳ τῷ δεικτικῷ τοῦ ποτηρίου. ὁ μὲν γὰρ Ματθαῖος ἀνέγραψε λέγοντα τὸν κύριον· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“, ὁ δὲ Λουκᾶς· „πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ“, ὁ δὲ Μάρκος· „ἀββᾶ ὁ πατὴρ, δυνατά σοι πάντα· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ“. ὅρα τοίνυν εἰ δύνασαι, παντὸς μαρτυρίου τοῦ καθ᾿ ὁποιανοῦν πρόφασιν ἐξόδου ἀποτελουμένου ποτηρίου καλουμένου, φάσκειν ὅτι οὐ τὸ γένος τοῦ μαρτυρίου παρῃτεῖτο ὁ λέγων· „παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“ (ἔφασκε γὰρ ἄν· παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον) ἀλλὰ τάχα τὸ εἶδος τόδε. καὶ πρόσχες εἰ δυνατὸν ἐνορῶντα τὸν σωτῆρα τοῖς εἴδεσιν, ἵν᾿ οὕτως ὀνομάσω, τῶν ποτηρίων καὶ τοῖς δι᾿ ἕκαστον γενομένοις ἂν, καὶ καταλαμβάνοντα μετά τινος βαθυτάτης σοφίας τὰς διαφορὰς τόδε τὸ εἶδος τῆς ἐξόδου παραιτεῖσθαι τοῦ μαρτυρίου ἄλλο δὲ τάχα βαρύτερον αἰτεῖν λεληθότως, ἵνα καθολικώτερόν τι καὶ ἐπὶ πλείους φθάνον εὐεργέτημα ἀνυσθῇ δι᾿ ἑτέρου ποτηρίου· ὅπερ οὐδέπω ἦν θέλημα τοῦ πατρὸς γενέσθαι, σοφώτερον παρὰ τὸ βούλημα τοῦ υἱοῦ καὶ παρ᾿ ὃ ἑώρα ὁ σωτὴρ ὁδῷ καὶ τάξει οἰκονομοῦντος τὰ πράγματα. σαφῶς δὲ ἐν Ψαλμοῖς τὸ τοῦ „σωτηρίου“ „ποτήριον“ ὁ τῶν μαρτύρων ἐστὶ θάνατος. διόπερ τῷ· „ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι“ ἐπιφέρεται τό· „τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ“. „τίμιος“ τοίνυν ἡμῖν ἐπέρχεται „θάνατος“ ὡς ὁσίοις τοῦ θεοῦ καὶ οὐκ ἀναξίοις οὐκ ἐν τῷ κοινὸν, ἵν᾿ οὕτως ὀνομάσω, καὶ ἀργὸν θεοσεβείας θάνατον ἀποθανεῖν ἀλλά τινα ἐξαίρετον, τὸν διὰ χριστιανισμὸν καὶ εὐσέβειαν καὶ ὁσιότητα. Ὑπομνησθῶμεν δὲ καὶ ὧν ἡμαρτήκαμεν, καὶ ὅτι οὐκ ἔστιν ἄφεσιν ἁμαρτημάτων χωρὶς βαπτίσματος λαβεῖν, καὶ ὅτι οὐκ ἔστι δυνατὸν κατὰ τοὺς εὐαγγελικοὺς νόμους αὖθις βαπτίσασθαι ὕδατι καὶ πνεύματι εἰς ἄφεσιν ἁμαρτημάτων, καὶ ὅτι βάπτισμα ἡμῖν δίδοται τὸ τοῦ μαρτυρίου· οὕτω γὰρ ὠνόμασται, ὡς δῆλον ἐκ τοῦ ἐπιφέρεσθαι μὲν τῷ· „δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω;“ τό· „ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;“ ἀλλαχοῦ δὲ εἴρηται· „βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.“ καὶ ἐπίστησον εἰ τὸ κατὰ τὸ μαρτύριον βάπτισμα, ὥσπερ τὸ τοῦ σωτῆρος καθάρσιον γέγονε τῷ κόσμῳ, καὶ αὐτὸ ἐπὶ πολλῶν θεραπείᾳ καθαιρομένων γίνεται. ὡς γὰρ οἱ τῷ κατὰ τὸν Μωϋσέως νόμον θυσιαστηρίῳ προσεδρεύοντες διακονεῖν ἐδόκουν δι᾿ αἵματος „τράγων καὶ ταύρων“ ἄφεσιν ἁμαρτημάτων ἐκείνοις, οὕτως αἱ ψυχαὶ „τῶν πεπελεκισμένων“ ἕνεκεν τῆς μαρτυρίας Ἰησοῦ, μὴ μάτην τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ παρεδρεύουσαι, διακονοῦσι τοῖς εὐχομένοις ἄφεσιν ἁμαρτημάτων. ἅμα δὲ καὶ γινώσκομεν ὅτι, ὥσπερ ὁ ἀρχιερεὺς θυσίαν ἑαυτὸν προσήνεγκεν Ἰησοῦς ὁ Χριστὸς, οὕτως οἱ ἱερεῖς, ὧν ἐστιν ἀρχιερεὺς, θυσίαν ἑαυτοὺς προσφέρουσι· δι᾿ ἣν ὡς παρὰ οἰκείῳ τόπῳ ὁρῶνται τῷ θυσιαστηρίῳ. ἀλλὰ τῶν ἱερέων οἱ μὲν ἄμωμοι καὶ ἀμώμους προσφέροντες θυσίας ἐθεράπευον τὸ θεῖον, οἱ δὲ μεμωμημένοι μώμοις, οὓς ἀνέγραψε Μωϋσῆς ἐν τῷ Λευϊτικῷ, ἐξωρίζοντο ἀπὸ τοῦ θυσιαστηρίου. τίς δὲ ὁ ἄμωμος ἱερεὺς ἄμωμον ἱερεῖον προσφέρων ἢ ὁ κρατῶν τῆς ὁμολογίας καὶ πληρῶν πάντα ἀριθμὸν, ὃν ἀπαιτεῖ ὁ τοῦ μαρτυρίου λόγος; περὶ οὗ ἐν τοῖς ἀνωτέρω προειρήκαμεν.