Zu Job. 1, 8. Οὐκ ἠν ἐκεῖνος τὸ φῶς. Τουτέστι τὸ θεολογούμενον· ὑπείληπτο γὰρ τισι διὰ τὸ προσόντα αὐτῷ πλεονεκτήματα ὡς αὐτὸς εἴη ὁ χριστός. διὰ τοῦτο τοῦτό φησιν ἵνα ὁλόριζον τὴν τοιαύτην ἀνέλῃ πλάνην. κἂν γὰρ φῶς Ἰωάννης ᾖ ἀλλ’ οὐκ ἐκεῖνο τὸ περὶ οὑ οἱ ἅγιοι πρὸς τὸν θεόν φασιν· »Ἐν τῷ φωτί σου ὀψόμεθα »φῶς«· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς »Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου«· ἀλλ᾿ οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἵρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτέ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντιδιαστέλλεται. δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἣλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω- »θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων«. τὸ θεολογούμενον γὰρ φῶς ἦν »τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«. ἀλλ᾿ ἐπεὶ τὸ Ἐρχόμενον εἰς τὸν »κόσμον« ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἐρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον. 7 Vgl. Cyrill. ΑΙ. in Job. Ι, 17 [I, 94, 17 sqq. Pusey]. — 10 Ps. 35, 10. — 12 Matth. 5, 14. — 19 Jak. 1, 17. — 21 Job. 1, 9. V. II P] 2 τούτῳ Br | φωτίσεσθαι Cord. VI. I ℵ] 9 ᾖ + We | 10 ὀψώμεθα RV | 22 ἀλλ’ — 23 κόσμον < S1, + i. mg. | 26 ὄντα ἄνθρωπον ℵ, corr. Pr | 27 τῷ] τὸ S1. II Μ] (nur 13 φῶς — 24 ἑρμηνευτέον in dieser Form:) ἀληθινὸν φῶς πρὸς ἀντιδιαστολὴν ψεύδους εἴρηται, ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ. εἰκονικὸν δὲ φώς τὸ αἰσθητόν· τὸ γὰρ τυπικὸν φῶς καὶ τὸ αἰσθητὸν, εἰ καὶ μὴ ἀκόλουθον ἀλλ᾿ οὐ ψευδές. τὸ οὖν φῶς τὸ ἀληθινὸν ἀεὶ πᾶν λόγικὸν εὐεργετοῦν φωτίζει πάντα ἄν- θρωπον· ἐπεὶ δὲ τὸ Ἐρχόμενον ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν, ὁτὲ μὲν τὸ φῶς ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἑρμηνευτέον. Zu Joh. 1, 12. Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτόν (πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτόν, καὶ μάλιστα οἱ ἀπόστολοι), ἐπιφέρει ὁ εὐαγγελιστής· »Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔσχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι«. οἱ γὰρ πρὸς τὴν πίστιν εἰσαγόμενοι, τάχα δὲ καὶ προκόψαντες, ἐξουσίαν ἔχουσι τέκνα τέκνα θεοῦ γενέσθαι, τότε γενησόμενοι τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅταν τελειωθῶσιν έν τῇ ἀρετῇ καὶ τῇ πίστει καὶ γνώσει. τίς δὲ ἡ αἰτία, δι᾿ ἣν ἴσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι. ἐπειδὴ γὰρ οὐ ταὐτὸν τῷ πιστεῦσαι εἰς τὸ ὄνομα τοῦ φωτὸς τὸ πιστεῦσαι εἰς τὸ φῶς, ἐξουσία δίδοται, τουτέστιν ἐπιτηδειότης πρὸς τὸ γενέσθαι τέκνα, τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. εἰ δὲ μετέλθοιεν διὰ προκοπῆς εἰς τὸ πιστεύειν αὐτῷ ἐκ τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ οὐκέτι δυνάμει ἀλλ᾿ ἐνεργείᾳ εἶεν ἂν θεοῦ τέκνα. οἱ μὲν γὰρ ἁπλουστέρᾳ καὶ μὴ πάνυ διανοίᾳ συγκατατιθέμενοι τῷ φωτὶ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. οἱ δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσεληλυθότες αὐτῶ̣ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ »πιστεύετε »εἰς τόν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε« ἀντὶ τοῦ Καιρὸν ἔχετε μεταβῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν᾿ ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· »Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ »πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν«; Zu Joh. 1, 13. Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ο χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ 5 Joh. 1, 12. — 20 Joh. 14, 1. — 24 Joh. 14, 10. — 29 Vgl. Ι Joh. 2, 29. — 30 Vgl. Joh. 1, 13. — 31 Vgl. Matth. 1(5, 16. VII. I ℵ] 11 δηλονότι — 12 φωτὸς < RV | 15 ἂν + We | 16 οἱ] εἰ RV > + Br | 18 προσεληλυθότας ℵ | 23 ἐξησαμενος SV, ἐξισάμενον R; corr. Br. II (??) (Cord. p. 26. Gramer p. 185)] (1 ἐπεὶ — 11 δηλονότι) 6 οἱ γὰρ — γενέσθαι < 2 | 9 καὶ γνώσει < ?? | 10 πιστεύουσιν Μ | 11 φωτός] φωτίζοντος Μ. VIII. Ι ℵ] 31 γοῦν < ℵ; cf. II. II Ρ (Cord. p. 27)] 29 τῷ] τὸ V | γεγέννηται P; cf. Cord | 30 δὲ < Ρ Cord | γενέσει Ρ Cord. χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· »Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ »σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ έν τοῖς οὐρανοῖς«. καὶ ἐπίστησον εἰ δύναται κατ’ ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θείας. οὑτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται καὶ ἀνέγκλητον μὲν ἠν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰηοοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὑτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ έν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ έν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑΠὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστευσαι εἰς το ονομα αυτου αυτῳ πεπιστευκέναι. Zu Joh. 1, 14. Τὸ »Ὡς μονογενοῦς παρὰ πατρὸς‘ νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ’ ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται. 2 Matth. 16, 17. — 11 Vgl. Matth. 23, 28. — 12 Vgl. Rom. 2, 28. — 13 Vgl öm. 2, 29. — 14 Vgl. Joh. 1, 13. — 20 Joh. 1, 14. VIII. 1 ℵ] 4 ἐπιβολὴν] ἐκδοχὴν Br | 6 σφαγῶν] σφῶν R | εὐαρεστείη ℵ | 8 ἡμῖν] ἧ RV | τὸ] τοῦ RV | ἀρκοῦντος R | 9 καὶ2] < ℵ | 10 ἀνδρὸς < ℵ | 11 θελήματα ℵ | προστέθηνται S, προστέθεινται (über ε2: η) R; προτέθηνται V, corr. Br 13 μὴ < S1, + ü. d. Ζ. S2 | 16 ὁ < ℵ 1 τὸ] τώ ℵ. II Ρ (Cord. p. 27)] 1 υἱὸς nach ζῶντος Ρ Cord | 3 δυνατὸν Ρ Cord | 6 ἐκχύσεων Ρ | 8 ἡμἶν] νῦν Ρ | 9 θελήματος Ρ | 11 προτέθεινται Ρ Cord | 16 τῷ] τὸ Ρ. IX. Ι ℵ] 20 ὁμογενοῦς SV, μογενους R (a. Anf. ist ο ausr.) | 21 οὐδὲ ℵ | 22 τοῦ < ℵ | λόγου] λέγει S. II (??) (Cord. p. 34)] 20 τὸ] + δὲ 3 Cord | μονογενῆς Μ | 21 γὰρ < Ρ | 22 ἐκ] + τοῦ 3 | 23 ἔχει Ρ Cord | 24 φωνὴ ἔκειτο Ρ | τῶν < Ρ Cord. οὐκ ἄλλος ὢν τούτων ὡν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονογενὴς περὶ ἑαυτοῦ λέγει· »Ἐγώ εἰμι ἡ ἀλήθεια«. ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ’ αὐτῆς. ἀλλ’ οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ᾿ ἐνέργειαν οὐσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ᾿ αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονογενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέγραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· Πλήρης »εἰμί«. εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησόμενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι’ εἰκόνων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ᾿ αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ᾿ ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκόνων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραφεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῶ̣. πλήρης ἄρα ἀληθείας καὶ χάρι- τός ἐστιν. Zu Joh. 1, 15. Κέκροπες. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων 2 Joh. 14, 6. —7 Jes. 1, 11. - 11 Vgl. Hebr. 10, 1. — 14 Vgl. Gal. 3, 24. — 18 Vgl. Joh. 1, 14. — 21 Vgl. Hebr. 10, 1. — 23 Vgl. Joh. 1, 14. — 27 Joh. 1, 15. ΙΧ. I ℵ] 3 ἀλήθεια ℵ | ἀ. ἢ ἀ.] ἀλήθεια ἀλήθειαν ℵ | 6 λέγει ℵ | 8 εἰκὸν ℵ | 13 τοὺς — ἀγομένους < ℵ | 19 αὐτῶν, über τ Comp, ür ὸν S | 20 χάριτος] + καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις S1, äter ausr. | μὲν < ℵ | 22 ἁμαρτημάτων] + τὴν S. ΙΙ (??) (Cord. p. 34)] 1 τούτου οὗ Μ | πλήρης εἶναι Μ | 2 ἀλήθεια] + ἀδιανόητον δὲ τὴν ἀλήθειαν λέγειν πληροῦσθαι ὑπ᾿ ἄλλης ἀληθείας ?? Cord | 3 ἀλήθεια Μ | 4 τὰ δ’ αὐτὰ) ταύτα δὲ Ρ | 5 μονογενοῦς] + τὰ 2 | 6 τοῦ < 3 Cord | γέγραπται (??) | 8 θεωρησόμενον Ρ | 11 οὗτος < Ρ | ἀκονῶν Μ, εἰκόνων, ει ü. d. Ζ., darunter Ras. Ρ 13 αὐτὸν Μ | 15 κολάσων Μ | ἡμαρτημένους Μ | 16 τῶν εἰκ. τὴν Cord | 18 ὢν] ἦν 2 | 20 χάριτος] + καὶ ἀηθείας Ρ | ὡς ἂν] ὡσαύτως Μ, ὡς αὐτὸς Ρ | μὲν < Ρ | 21 πλήρης] + καὶ Ρ | 23 προστρέχουσι (??). Χ. Ι ℵ II Ρ (Cord. p. 35)] 28 ὁ γὰρ — Ζ. 492, 9 ὑπάρχων). ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει. ἀκουστέον δὲ τοῦ »Πρῶτος« ἀντὶ τοῦ . ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ ἐμὲ ἠλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλληφθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἴησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ᾿ ἂν καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερέχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· »Ἔμπροσθέν μου γέ- »γονεν«, ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ’ ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται >Ὁ ὀπίσω μου ὤν ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ᾿ οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ᾿ ἂν καὶ ἑτέρως. »Ὅτι, φησίν, ἐκ τοῦ » πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«. πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ’ ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκριβείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται Τὸ πλήρωμα , ἀλλ’ »Ἐκ »τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«. οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ’ οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ᾿ ἂν αὐτὸ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· 15 Joh. 1, 15. — 20 Joh 1, 16. — 23 Joh. 1, 16. — 30 Vgl. Ι Kor. 13, 9. Χ. Ι ℵ] 4 ἐμὲ] + καὶ μετ᾿ ἐμοῦ Si, später ausr. | οὐκ R | τῷ1 2 We] τὸ 6 ἀποτάξεωςRV, ἀποτόξεως? S | 9. 20. 32 δ᾿ ἂν δὲ, corr. Pr | πασῶν R | 23 < R | ἡμεῖς < R | 26 σοφίαν S1. II Ρ (Cord. p. 35)] 3 < μου Ρ | 4 τὸ 1] τῷ Ρ < τὸ2 P Cord | 5 κατὰ] + τὸν Ρ Cord 7 Ἰησοῦν] υἱὸν θݲνݲ st. ιݲνݲ Ρ | ἐλθὼν ὁ] ἦλθεν Ρ Cord | Ἰηοοῦς + καὶ P Cord. Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται·. τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· Καὶ οὔπω ἐφανε- ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὄντι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ »ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι« τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμβάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, εἰ μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰληφέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι »Ἔμπροσθέν μου γέγονεν« οὗ ἴσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ᾿ ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμβάνοντες τοῦ παρασχόντος αὐτοῖς.