Zu Joh. 3, 5. Τὸν τρόπον τοῦ πῶς ἔστι »γεννηθῆναι ἄνωθεν« ἑρμηνεύων ὁ σωτὴρ λέγει· Ἐπεὶ πρόκειται εἰσιέναι εἰς τὴν τοῦ θεοῦ βασιλείαν, τυχεῖν δὲ τούτου ἀδύνατον μὴ γεγεννημένον ἐξ ὕδατος καὶ πνεύματος ἀκολουθεῖ τὸ γεννηθῆναι ἄνωθεν τῷ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι. γεννᾶται δὲ ἐκ πνεύματος ὁ κατ᾿ αὐτὸ ποιηθείς, ἅγιος καὶ πνευματικὸς ἐξ αὐτοῦ γινόμενος. εἶτ᾿ ἐπεὶ μὴ ἐκ μόνου τοῦ πνεύματος ἀλλὰ καὶ ἐξ ὕδατος γεννᾶται ὁ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσερχόμενος, ἀκόλουθόν ἐστι καὶ περὶ τοῦ ὕδατος ἐκ τῆς γραφῆς τι θηρεῦσαι. καὶ ὅρα μὴ ἄρα ἐπινοίας μόνης ἀλλ’ οὐχ ὑποστάσεως διαφορὰν ἔχει Πρὸς τὸ πνεῦμα. φησὶ γὰρ μεθ᾿ ἕτερα ὁ σωτήρ· »Ὁ »πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας »αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος »οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν«. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ζῶν ποταμῶν δίκην ἐκπορευόμενον ἐκ τοῦ πιστεύοντος, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὐν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος σοφὸς ἐκ σοφίας, οὕτω καὶ ἐκ τοῦ πνεύματος ἅγιος καὶ πνευματικός· καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος καὶ πρὸς καρποφορίαν ποτιζόμενός τις γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. ἄλλος δέ τις ἐρεῖ ὕδωρ ἐνταῦθα εἰρῆσθαι τὴν καθαρεύουσαν 1 Matth. 18, 3. — 13 Joh. 3, 3. — 15 Vgl. Joh. 3, 5. — 22 Joh. 7, 38 f. XXXV. Ι ℵ] 1 οὐ μὴ — 2 παιδία doppelt in S1, corr. S2 | 2 οὐρανῶν] + καὶ Si | 7 λόγῳ] λέγει ℵ, corr. Br. XXXVI. Ι ℵ] 16 τῷ] τὸ RV | 18 εἶτε ℵ, corr. Pr | 21 ἐπινοία μόνη ℵ, corr. We. II Cord. p. 88 (anonym)] (31 ὕδωρ — 512, 9 γραφῶν) | εἰρῆσθαι] + φησιν Cord | καθαίρουσαν Cord. διδασκαλίαν τὴν ψυχήν, ἥτις καὶ αὐτὴ συντελεῖ πρὸς τὸ γεννηθῆναι ἄνωθεν. περὶ τούτου τοῦ καθαρισμοῦ, γινομένου ἐκ θεϊκῆς παιδεύσεως, ὁ ὑμνῳδὸς ἔλεγε πρὸς τὸν θεόν· »Πλυνεῖς με καὶ ὑπὲρ χιόνα »λευκανθήσομαι«. [[καὶ πρὸς τὴν τοῦ Ἰσραὴλ πληθὺν ὁ φησίν· »Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα »σωθῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;« διαλογισμοὺς πόνων αὐτῆς λέγων τοὺς κατὰ κακίαν πεποιημένους, δι οὕς κολάζεσθαι μέλλει, εἰ μὴ πλυνεῖ ἑαυτὴν τῇ παιδεύσει τῶν γραφῶν.]] εἶτ᾿ ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο αγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου έν τῇ θείᾳ διδασκαλίᾳ » Λου- »τροῦ παλιγγενεσίας«, ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ· ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει. καὶ ὅρα γε οἴου μεγέθους καὶ δυνάμεως ἐστὶν ἐπιστήσας τῇ γενομένῃ παρὰ τοῦ σωτῆρος τοῖς μαθηταῖς αὐτοῦ μυσταγωγίᾳ. φησὶ γάρ· »Πορευθέντες »μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς »τηρεῖν« καὶ τὰ ἑξῆς. εἰ γὰρ μαθητευθήναι δεῖ πρότερον παραλαβόντα τὰ δόγματα τῆς ἀληθείας, εἶτα τηρῆσαι ἃ ἐνετείλατο αὐτοῖς περὶ τῶν ἠθικῶν ἀρετῶν, καὶ οὕτω βαπτισθήναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πῶς ἔτι ψιλὸν εἶναι δύναται τὸ ἅμα τούτοις παραλαμβανόμενον ὕδωρ, μετεσχηκὸς ὡς οἷόν τε τῆς δυνάμεως τῆς ἁγίας τριάδος καὶ ἀρετῇ ἠθικῇ τε καὶ διανοητικῇ συνεζευγμένον; σκόπησον δὲ τὸ μέγεθος αὐτοῦ ἐπιστήσας τίνος ἕνεκεν παραλαμβάνεται. εἰ γὰρ τοῦ εἰσελθεῖν χάριν εἰς τὴν τοῦ θεοῦ βασιλείαν, ὑπερβάλλει δ᾿ οὕτη τῇ ὑπεροχῇ, Πῶς οὐ μέγα τὸ αἴτιον τοῦ εἰσιέναι εἰς αὐτὴν ὑπάρχει; βασιλείαν δὲ θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς νόμους αὐτοῦ τεταγμένως βιούντων. αὕτη δὲ καὶ ἐν οἰκείῳ χώρῳ φημὶ δὲ τῷ έν τοῖς οὐρανοῖς) τὴν μονὴν ἕξει· ἀλλ᾿ ἐπεὶ ἐνταῦθα μὲν βασιλεία θεοῦ, παρὰ δὲ Ματθαίῳ βασιλεία οὐρανῶν προσηγόρευται, λεκτέον Ματθαῖον μὲν ἀπὸ τῶν βασιλευομένων, ἢ τῶν τόπων ἐν οἷς εἰσὶν οὗτοι, τὸν δὲ Ἰωάννην καὶ Λουκᾶν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ ὠνομακέναι· ὡς ὅταν καὶ ἡμεῖς βασιλείαν Ῥωμαίων λέγοντες αὐτὴν διὰ τῶν βασιλευομένων σημαίνωμεν, δηλοῦντες αὐτὴν 3 Ps. 50, — 5 Jer. 4, 14. — 11 Vgl. Tit. 3, 5. — 15 Matth. 28, 19 f. — 30 Vgl. Matth. 3, 2. 4, 17 u. ö. — 32 Vgl. Job. 3, 3. 5. Luk. 4, 13. 6, 20 u. ö. XXXVI. ℵ] 4 καὶ — 8 γραφῶν < ℵ, cf. II I 11 λουτροῦ We] λουτρὸν ℵ | 14 ἐπισταμένῳ ℵ, corr. We | 19 αὐτοῖς περὶ We] τοῖς παρὰ ℵ | 20 ὄνομα] + τοῦ R | καὶ2] + τοῦ R | 21 καὶ] + τοῦ R | 26 εἰς We] ἐπ᾿ ℵ | 27 ὑπαρχ S, ὑπάρχην RV | δὲ] καὶ S1, corr.S2 | τῶν τὴν ℵ | 29 δὲ] δὴ ℵ, corr. Pr | 30 βασιS, βασιλείαν RV μαθαῖος ℵ. II Cord.] 8 πλυνεῖ We] πλυνῇ Cord. ἢ ἀπὸ τοῦ τόπου † ὅταν τῆς γῆς αὐτοῦ] ἢ τῆς οἰκουμένης αὐτὴν ἀπαγγείλωμεν. Zu Joh. 3, 8. Δηλοῦσιν αἱ λέξεις αὗται νόησιν τοιάνδε. τὸ ἅγιον πνεῦμα μόνοις σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον. οὐ τοπικῶς [[δὲ τοῦ μακρὰν καὶ τοῦ ἐγγὺς ἀκούειν δεῖ]], ἀλλ᾿ ὡς ἐνδέχεται περὶ ἀσωμάτων αὐτὰ νοεῖν. [[αἱ γὰρ τοιαῦται φωναί, καὶ περὶ θεοῦ πολλάκις ἀναγραφεῖσαι, οὐ τοπικὰς σημαίνουσι διαστάσεις]]. ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· »Τὸ πνεῦμα ὅπου θέλει πνεῖ«. σημαίνει δὲ τοῦτο καὶ ουσίαν εἰναι το πνευμα. οὐ γὰρ, ὡς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ᾿ αὐτοὺς ὑπάρξεως ἰδιότητα. καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος μησάμενος τὰ τοῦ πνεύματος χαρίσματα ἐπήνεγκεν εὐθέως· »Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. »διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.« εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ᾿ οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν« ἐν ταῖς Πράξεσιν εἰρημένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι. πρὸς τούτοις καὶ λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· »Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ- »γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς‘. καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ, φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὑ ἐστὶν ἡ ζώνη »αὕτη οὕτω δήσουσι« καὶ τὰ ἑξῆς.]] πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευκέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, ο·ὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· 11 Joh. 3, 8. — Ι Kor. 12, 11. — 18 Act. 15, 28. — 21 Act. 13, 2. — 24 Act. 21, 10f. — 28 Vgl. Joh. 3, 8. XXXVI. ℵ] 1 ἢ1] καὶ ℵ, corr. Pr | Text korrupt | αὐτοῦ str. Br | 2 ἀπαγγεί- λομεν ℵ. XXXVII. Ι ℵ] 6 ὑπάρχων ℵ | δὲ — 7 δεῖ ℵ | 8 αὐτὰ < ℵ | αἱ — 9 διαστάσεις < ℵ | 10 ἀλλοτριούμενον ℵ | 12 δὲ] + καὶ ℵ | 13 ἔχων RV | 14 καὶ — 26 δήσουσι < ℵ | 28 τὸν Ἰησοῦν ℵ | 29 μόνος ℵ. II Ρ (Cord. p. 90)] 9 πολλάκις < Cord | 10 πληροῖ < Ρ | 15 εὐθὺς Cord | 16 ἑκάστῳ < Ρ | 17 γοῦν < Ρ | 23 προκέκλημαι Ρ | 26 οὕτω < Ρ | 28 τῷ] τὰ Ρ. παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι᾿ ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὑ ἕνεκεν καὶ ἐπὶ τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει. Zu Joh. 3, 13. Ζητῆσαί γε ἄξιον πῶς ὁ σωτὴρ ἐπίγεια εἶπεν εἰρηκέναι, περὶ βασιλείας θεοῦ καὶ τῆς ἄνωθεν γεννήσεως, καὶ περὶ τοῦ ἀπίου πνεύματος [[ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας]]. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ’ ἕκαστον οὐράνιον. ῥηθείη δ’ ἂν πρὸς τοῦτο ὅτι οὐκ ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ »Τὰ ἐπίγεια«· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι. οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ᾿ ἐπουράνια ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται. [[ὅτι δὲ τὰ τοῖς ἐπὶ ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· »Πᾶσα δόσις ἀγαθὴ καὶ πάν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον »παρὰ τοῦ πατρὸς τῶν φώτων( τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· » Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς »αἰτοῦσιν αὐτόν.«]] εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειότητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· Μῶς ἐὰν εἴπω »ὑμῖν τὰ ἐπουράνια πιστεύσετε«; ὅτι ὁ ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει. 1 Vgl. 1 Tim. 4, 13; Joh. 5, 39. — 13 Joh. 3, 12. — 18 Jak. 1, 17. — 20 Matth. 7, 11. — 22 Vgl. I Kor. 13, 9 f. — 24 Joh. 3, 12. XXXVII. I ℵ] 2 λέγει ℵ, cf. II | 6 δίδοται R, cf. II | ὑπάγον.? We. II P Cord] 1 ἐρευνῶντος] περαίνοντος Ρ | 2 εἰδότας Ρ | 3 λόγων Ρ Cord | 4 γὰρ < Ρ | 6 δίδοται Ρ Cord | οἶδεν nach 5 ἔρχεται. XXXVIII. Ι ℵ (anonym)] 9 εἰρηκὼς ℵ, cf. II | 11 καὶ — διδάξας ℵ | 12 δ’ Ε; Pr] δὲ ℵ | 16 ὅτι — 21 αὐτόν < ℵ | 25 πιστεύσητε R | ὁ + Br. II Ρ (Cord p. 93; beide unter d. Namen d. Origenes)] (9 ζητῆσαι — 21 αὐτὸν) 9 γε < Ρ Cord | 10 γεννήσεως — 11 αὐτοῦ P | τοῦ ἁγίου < Cord | 12 ὁ < Ρ 15 ἑαυτοῦ Ρ | 16 δέδοται — 17 ἀνθρώποις < Ρ | 17 ὁ < Ρ | 20 μαθὸν Ρ. Zu Joh. 3, 14. Προσετέτακτο δὲ τὸ τοῦ ὄφεως ὑπὸ τοῦ θεοῦ, ὅπως ἔχωσιν εἰδέναι οἱ ὑπὸ Μωϋσέως ἀγόμενοι ὅτι ὥσπερ ἀνῃροῦντο ὑπὸ τῶν ἰοβόλων θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστάξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ’ ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτω τοὺς ἀνθρώπους ὑπέβαλον δι᾿ ἁμαρτημάτων, τὸν ἐὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον ἔχωσι. ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ᾿ ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη. Zu Joh. 3, 18. Καὶ ἐκ τοῦ παρόντος ῥητοῦ ἐλέγξαι ἔστι τοὺς λέγοντας τὴν >υἱὸς< προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ θεοῦ λόγου. [[ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν αληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσάγουσι τῷ θεῷ οἱ λέγοντες· »Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή- »θειάν σου«, καὶ πάλιν γέγραπται· »Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον » αὐτοῦ καὶ ἰάσατο αὐτούς«.]] 4 Vgl. Num. 21. — 25 Ps. 42, 3. — 26 Ps. 106, 20. XXXIX. I ℵ (unter d. Namen d. Apollinaris; doch scheint das Fragment d. Origenes zu ören, dem es II zuweist)] 8 τῆς — 9 παρέσχεν] τὴν σωτηρίαν παρεῖχεν ℵ, cf. II | 10 ἰδίας < ℵ, cf. ΙΙ | 11 πολλῶν ℵ, cf. ΙΙ | 16 ὑπάρχη RV2 τῆς1 < V | γινομένη V. II Ρ (Cord. p. 94)] 4 ὥσπερ < Ρ | 6 σωθῆναι δυνήσονται Ρ Cord | ἀτενίσαντες Ρ Cord | ὑψωθῆναι Ρ Cord | 8 αὐτοῖς1 < Cord | 10 ὑπερέβαλεν Ρ Cord | 11 δέ ἐστιν < Cord | 14 νοητῶν] πνευματικῶν Ρ | 15 οὐχὶ Ρ | ζωῆς Ρ, ζώαις | 16 τῆς1 < Ρ. XL. Ι ℵ] (19 καὶ — 21 λόγου). II Ρ (Cord. 98)] 19 καὶ < Ρ Cord | 21 καὶ ὁ < Cord | 24 τοῦ (doppelt geschr.) Ρ, < Cord | αὐτοῦ] + τούτου Cord.